Ancient Greek
1 to 14
Alexander of Aphrodisias, De anima libri mantissa 1-8-14
Not analysed yet
Εἰ τὸ πῦρ, θερμὸν καὶ ξηρὸν ὄν, φύσει κοῦφόν ἐστιν, εἴη ἂν τὸ μετ᾿ αὐτὸ κοῦφον κοινωνοῦν αὐτῷ κατ᾿ ἐκεῖνο, καθ᾿ ὃ κοῦφον ἦν. ἀλλὰ μὴν τὸ πῦρ κοῦφόν τε καὶ θερμόν ἐστιν, τὸ γοῦν ξηρὸν φύσει ἐν τῇ γῇ ἐστιν, οὔσῃ βαρείᾳ, καὶ ὁ ἀὴρ ἄρα, δευτέρως κοῦφος ὤν, θερμός ἐστιν. ἔτι, εἰ τὰ ἄλλα τὰ γειτνιῶντα ἀλλήλοις στοιχεῖα κατὰ κοινόν τι γειτνιᾷ, εὔλογον καὶ τὸν ἀέρα τῷ πυρὶ ἔχειν τι κοινὸν σύμβολον. ὑγρὸς δ᾿ ὢν τί ἂν ἄλλο κοινὸν ἔχοι πρὸς αὐτὸ ἢ τὸ θερμὸς εἶναι; ἔστιν γὰρ τῇ μὲν γῇ καὶ τῷ ὕδατι τὸ ψυχρὸν κοινόν, τῷ δὲ ὕδατι καὶ τῷ ἀέρι τὸ ὑγρόν, τῷ δὲ ἀέρι καὶ τῷ πυρὶ λείπεται τὸ θερμόν. ἔτι εἰ τὰ ἁπλᾶ ἐστι τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρὸν καὶ ταῦτά ἐστι τὰ εἰδοποιοῦντα τὰ στοιχεῖα, εἴδει ἂν ἀλλή|λων διαφέροι τὰ ἁπτικῇ ἁπλῇ διαφορᾷ διαφέροντα. ὥστε εἰ τὸ ὕδωρ καὶ ὁ ἀὴρ εἴδει διαφέρουσιν, ἁπλῇ ἄν τινι διαφορᾷ διαφέροιεν. ἀλλὰ μὴν τὸ ὑγρὸν αὐτοῖς τὸ αὐτό ἐστι, λείπεται ἄρα κατὰ ψυχρὸν καὶ θερμὸν εἶναι τὴν διαφορὰν αὐτοῖς. ἔτι εἰ τὰ κατὰ τὸ μᾶλλον καὶ ἧττον ἀλλήλων διαφέροντα εἴδει οὐ διαφέρει, καὶ ὁ ἀὴρ ψυχρὸς καὶ ὑγρός, οὐκ ἂν τοῦ ὕδατος εἴδει διαφέροι· καὶ γὰρ ἐκεῖνο ψυχρόν τε καὶ ὑγρόν ἐστι. καὶ γὰρ εἰ τὸ μὲν μᾶλλον, τὸ δὲ ἧττον λέγοι τις, ἀλλ᾿ οὖν εἴδει οὐ διοίσει· ἄμφω ἄρα ἕν, καὶ οὐκέτι τὰ στοιχεῖα τέσσαρα. ἔτι εἰ τεττάρων οὐσῶν συμπλοκῶν ἐκ τοῦ ξηροῦ καὶ ὑγροῦ καὶ θερμοῦ καὶ ψυχροῦ αἱ τρεῖς τὰ ἄλλα στοιχεῖα εἰδοποιοῦσιν, εὔλογον τὴν καταλειπομένην συζυγίαν τὸν ἀέρα εἰδοποιεῖν. εἰδοποιεῖ γὰρ τὸ μὲν θερμὸν καὶ ξηρὸν τὸ πῦρ, τὸ δὲ ξηρὸν καὶ ψυχρὸν τὴν γῆν, τὸ δὲ ψυχρὸν καὶ ὑγρὸν τὸ ὕδωρ, τὸ ἄρα θερμὸν καὶ ὑγρὸν εἰδοποιήσει τὸν ἀέρα.