Ancient Greek · ~2 min
Πρὸς τοὺς μηδὲν τῶν τεττάρων σωμάτων ἃ στοιχεῖα λέγομεν κατ᾿ ἰδίαν ὑφίστασθαι λέγοντας.
Alexander of Aphrodisias, De anima libri mantissa 10
Not analysed yet
ἔτι, εἰ εἰς ἄλληλα τὰ σώματα μεταβάλλει ταῦτα, κοινῆς ὕλης ὑποκειμένης αὐτοῖς, καὶ ἔστι κατὰ τὸ εἶδος ἐναντίωσιν ἔχοντα πρὸς ἄλληλα, καὶ ἀεὶ τὸ ἐπικρατοῦν μεθίστησιν εἰς τὴν οἰκείαν φύσιν τὸ κρατούμενον, τί δή ποτε ἐπὶ μὲν τῶν ἔξω κεχωρισμένων τὰ παρακείμενα ἀλλήλοις τὰ ἐλάττονα ὑπὸ τῶν πλειόνων, εἰ εἴη ἐναντία, φθείρεται, ἐνυπάρχοντα δὲ ἑκάστῳ τὰ ἐλάττονα ἐν τοῖς μείζοσιν καὶ διὰ τοῦτο λεγομένοις τόδε τι εἶναι, ἀπὸ τοῦ πλεονάζοντος οὐ φθείρεται τὴν αὑτῶν φύσιν;