Ancient Greek · ~6 min
101 to 114
Alexander of Aphrodisias, De anima libri mantissa 101-114
Not analysed yet
εἰ δέ τις λέγοι, ὅτι σῶμα σώματος οὐ διαφέρει μὲν κατὰ τὸ κοινὸν σῶμα, ᾗ δέ τι σῶμα, ἑκάτερον αὐτῶν διαφέρει, ῥητέον, ὅτι τὸ ἑνὶ ἑκάστῳ τῶν σωμάτων εἶναι παρὰ τὰς οἰκείας διαφορὰς καὶ τὰ οἰκεῖα εἴδη, διάφορα ὄντα ἀλλήλων, ἐστίν, ταῦτα δὲ ἀσώματα· ὥστε οἷς διαφέρουσιν ἀλλήλων τά τινα σώματα, οὐ σώματα. πρὸς τούτοις εἰ τὸ πνεῦμα ἢ ἐν τῷ πνεύματι ἢ τῷ πυρὶ τῷ ἐν ἡμῖν ἡ ψυχὴ πρώτη, οἵα τε ἔσται καὶ ἐν χωρισθεῖσιν αὐτοῖς εἶναι. χωριζόμενα γὰρ τοῦ ζῴου διαμένει καὶ πνεῦμα καὶ πῦρ ὄν. εἰ δὲ τοῦτο, ἔσται καὶ τὸ πνεῦμα καὶ τὸ πῦρ ζῷα. εἰ δὲ ἀδύνατον τοῦτο, ἀδύνατον καὶ ἐν τούτων τινὶ εἶναι τὴν ψυχήν, ἀλλὰ ἐν τῷ μικτῷ τῷ ἐκ τῶν τεσσάρων, τῷ οὕτως πως μεμιγμένῳ καὶ συγκειμένῳ ὡς τὸ σῶμα τὸ τῶν ζῴων μέμικται. ἃ δὲ λέγουσιν δεικνύναι πειρώμενοι σῶμα τὴν ψυχήν, οὐκ ἔστιν ὑγιῆ. οὔτε γὰρ ἐπεὶ κατηγορεῖται τὸ ὅμοιον αὐτῆς, διὰ τοῦτό ἐστι σῶμα. τὸ γὰρ ὅμοιον οὐκ ἐπὶ σωμάτων. καὶ γὰρ ἐν γραμμαῖς καὶ σχήμασιν καὶ ἐπιπέδοις καὶ ἔτι μᾶλλον ἐν χρώμασιν καὶ ποιότησιν τὸ ὅμοιον, ἅπερ οὐ σώματα. καθόλου δὲ τὸ μὲν σῶμα οὐσία. οὐσίας δὲ ἴδιον τὸ ταὐτὸν κατ᾿ αὐτὴν λέγεσθαι, οὐ τὸ ὅμοιον, ποιότητος δὲ τὸ ὅμοιον οὔσης ἀσωμάτου, ὥστε κἂν τῶν ἄλλων τι ὅμοιον λέγηται, καθὸ ποιότητος μετέχει, ὅμοιον ῥηθήσεται. καὶ ψυχὴ οὖν ψυχῇ ὁμοία, οὐχ ᾗ ψυχή. οὐ γὰρ ᾗ ψυχή, ἀλλ᾿ ᾗ ποιότητός τινος καὶ διαθέσεως κεκοινώνηκεν ὁμοίας. ἀλλὰ καὶ ὁ λόγος ψευδὴς ὁ λέγων ἀσώματον σώματι μὴ συμπάσχειν, ὥστε μὴ εἶναι ἀσώματον τὴν ψυχήν.