Ancient Greek · ~6 min
103 to 112
Alexander of Aphrodisias, De anima libri mantissa 103-2-112
Not analysed yet
οἱ γὰρ πολλοὶ τοῖς μὲν τύποις οὐ κακῶς περὶ τῶν πραγμάτων στοχάζονται, ἐν δὲ τοῖς καθ’ ἕκαστα καὶ ἐν τῷ διορίζειν τε καὶ ἐξακριβοῦν πολλὰ διαμαρτάνουσιν. τὸ μὲν γὰρ φύσεως, τὸ δὲ ἐπιστήμης ἔργον. ἤδη δὲ τοῦ τῆς εἱμαρμένης ὀνόματος Ἀριστοτέλης μνημονεύει καὶ ἐν τῷ πρώτῳ τῶν Μετεωρολογουμένων οὕτως· ἀλλὰ πάντων τούτων αἴτιον ὑποληπτέον ὅτι γίγνεται διὰ χρόνων εἱμαρμένων, οἷον ἐν ταῖς κατ’ ἐνιαυτὸν ὥραις χειμών, οὕτω περιόδου τινὸς μεγάλης μέγας χειμών. ”ἔοικεν δὲ διά τε τούτων τὴν εἱμαρμένην τὴν φύσιν λέγειν (οὗτοι γὰρ εἱμαρμένοι χρόνοι, χειμών τε καὶ τῶν ἄλλων, οἳ φυσικὰς τὰς ἀνταποδόσεις ἔχοντες οὐκ ἔχουσιν αὐτὰς ἀπαραβάτους καὶ κατηναγκασμένας), ἀλλὰ καὶ ἐν τῷ πέμπτῳ τῆς Φυσικῆς’ Ἀκροάσεως οὕτως πάλιν εἱμαρμένης μνημονεύει· ἆῤ οὖν καὶ γενέσεις εἰσὶ βίαιοι καὶ οὐχ εἱμαρμέναι, αἷς ἐναντίαι αἱ κατὰ φύσιν. ”δι’ ὧν πάλιν, ὅτι τῷ τῆς εἱμαρμένης ὀνόματι ἐπὶ τῶν κατὰ φύσιν γιγνομένων χρῆται, γνώριμον. εἰ γὰρ μὴ τῷ εἱμαρμένῳ ἐναντίον φησὶν εἶναι τὸ κατὰ φύσιν, τῷ δὲ παρὰ τὴν εἱμαρμένην τὸ καθ’ εἱμαρμένην ἐναντίον, ταὐτὸν ἂν εἴη τῷ κατὰ φύσιν τὸ καθ’ εἱμαρμένην. οὐ γὰρ δὴ πλείω οἷόν τε ἑνὶ ὄντι τῷ μὴ καθ’ εἱμαρμένην ἐναντία λέγειν εἶναι, τό τε καθ’ εἱμαρμένην, προδήλως ὂν ἐναν αὐτῷ, καὶ τὸ κατὰ φύσιν ἄλλο ὂν τοῦ καθ’ εἱμαρμένην. φανερώτατα δὲ θεόφραστος δείκνυσιν ταὐτὸν ὂν τὸ καθ’ εἱμαρμένην τῷ κατὰ φύσιν ἐν τῷ Καλλισθένει, καὶ Πολύζηλος δὲ ἐν τῷ οὕτως ἐπιγραφομένῳ Περὶ εἱμαρμένης συγγράμματι.