Ancient Greek · ~5 min
116 to 127
Alexander of Aphrodisias, De anima libri mantissa 116-127
Not analysed yet
καὶ ἔστι τὸ ἀλγοῦν τὸ ζῷον, ὥσπερ καὶ τὸ βαδίζον καὶ τὸ ὁρῶν καὶ τὸ ἐπιθυμοῦν καὶ φιλοῦν καὶ μισοῦν, πάθη δὲ τοῦ μὲν σώματός ἐστιν ἴδια, ὥσπερ τὸ θερμαίνεσθαι καὶ τέμνεσθαι, τῆς δὲ ψυχῆς οὐκέτι, διότι σῶμα μὲν καὶ ἄνευ ψυχῆς ὑφίσταται, ψυχὴ δὲ ἄνευ σώματος οὔ. ἐντελέχεια γὰρ καὶ εἶδος τούτου. οὐχ ὑγιὴς δὲ λόγος οὐδὲ ὁ λέγων μηδὲν ἀσώματον σώματος χωρίζεσθαι, τὴν δὲ ψυχὴν τοῦ σώματος χωρίζεσθαι, ὥστε μὴ εἶναι ἀσώματον. τὸ γὰρ χωρίζεσθαι διττόν, τὸ μὲν ὑποστάσει, ὅταν ἑκάτερον χωρισθὲν μένῃ, τὸ δὲ τῇ θατέρου φθορᾷ, ὡς τὸ λευκὸν χωρίζεται τοῦ σώματος μέλανος γενομένου. κατὰ τὸ δεύτερον σημαινόμενον καὶ ἀσώματον σώματος χωρίζεται. οὕτω καὶ ἡ ψυχὴ τοῦ σώματος. ἔστι τινὰ καὶ λόγῳ χωριστὰ ἀσώματα σωμάτων, ὡς τῆς ὕλης τὸ εἶδος, ὡς τοῦ τόπου τὸ σῶμα. οὐκ ἀληθὲς δὲ οὐδὲ τὸ λέγειν ταῦτα χωρίζεσθαι ἀπ᾿ ἀλλήλων, ὅσα ἅπτεται ἀλλήλων. πάντα γὰρ τὰ συμβεβηκότα χωρίζεσθαι μὲν οἷά τε, οὐ μὴν καὶ ἅπτεται. ἔτι οὐκ ἀληθὲς τὸ ᾧ ἀναπνέομεν τούτῳ ἐσμὲν ἔμπνοι, τῇ δὲ ψυχῇ ἔμψυχοι· οὐδὲ εἰ ἄνευ τοῦ συμφύτου πνεύματος μὴ δύναιτο τὰ ζῷα εἶναι, διὰ τοῦτο τοῦτό ἐστι ψυχή. καὶ γὰρ ἄλλα τινά ἐστιν, ὧν οὐχ οἷόν τε χωρὶς τὸ ζῷον εἶναι, ἃ οὐδὲ αὐτοὶ ψυχὴν λέγουσιν. οὐδὲ γὰρ αἵματος χωρὶς τὰ ἔναιμα οὐδὲ ὑγρότητος ὅλως.