Ancient Greek
120 to 134
Alexander of Aphrodisias, De anima libri mantissa 120-134
Not analysed yet
ὡς οὖν ἡ ἰατρικὴ οὐκ ἔστιν ὑγίεια, ὑγιείας δὲ ποιητική, καὶ ἡ κυβερνητική, οὖσα εὐπλοίας ποιητική, οὐκ ἔστιν εὔπλοια, οὕτως οὐδὲ ἡ ἀρετή, οὖσα εὐδαιμονίας ποιητική, εἴη ἂν εὐδαιμονία. οὐδὲν γάρ ἐστι τῶν ποιούντων τι αὑτοῦ ποιητικόν. ὥστε οὐκ αὐτάρκης ἡ ἀρετὴ πρὸς τὴν εὐδαιμονίαν τὴν γινομένην ὑπ᾿ αὐτῆς. ἔτι εἰ ἕκαστος τῶν τεχνιτῶν, ἃ κατὰ τὴν τέχνην ἐκλέγεται, συνεργὰ πρὸς τὸ τέλος τὸ τῆς τέχνης ἔχει, καὶ ὁ τὴν ἀρετὴν ἔχων, ἃ ἐκλέγεται κατὰ τὴν ἀρετήν, ὡς συνεργὰ ἂν πρὸς τὸ τέλος αὑτῷ ἐκλέγοιτο. ἐκλέγεται δὲ τά τε σωματικὰ καὶ τὰ ἐκτός, εἴ γε καὶ ὅλως ἡ ἀρετὴ τῆς τούτων χάριν ἐκλογῆς παρῆλθεν. οὐ γὰρ δή, ἀρετὴ οὖσα, μάτην ἐκλέγεταί τινα. οὐκ ἄρα αὐτάρκης. εἰ δ᾿, ὅτι καὶ αἱ ἄλλαι πᾶσαι τέχναι ἐκλέγονται καὶ τὰ σωματικὰ ἀγαθὰ καὶ τὰ ἐκτός, μὴ λέγουσιν αὐτὰ ὄργανα γίνεσθαι τῆς ἀρετῆς, ῥητέον πρῶτον μὲν ὅτι οὐδὲν ἄτοπον τὸ ταὐτὰ πλείοσιν τέχναις εἶναι χρήσιμα. εἶτα ἐκείνων μὲν οὐδείς, καθό ἐστιν τεχνίτης τῆσδέ τινος τῆς τέχνης, ἐκλέγεται αὐτά, ἀλλὰ κατὰ συμβεβηκός. οὐ γὰρ καθὸ αὐλητής τίς ἐστιν ἢ κυβερνήτης ἐκλέγεται πλοῦτον ἢ δόξαν, ἀλλὰ καθὸ ἄνθρωπος. ἡ δὲ ὑγίεια, εἰ ἦν κἀκείνοις ὄργανον, τῇ δὲ ἀρετῇ προηγουμένως τούτων ἐκλογή. τοῦτο γὰρ ἔργον αὐτῆς. ἐκλεκτικὴ γὰρ τούτων ἐστὶ καὶ δοκιμαστική, ὥστε εἴη ἂν καὶ ὄργανα αὐτῆς καὶ συνεργὰ πρὸς τὸ ὑπ᾿ αὐτῆς γινόμενον τέλος. ἔτι οὐκ, εἰ ᾧ ὁρῶμεν, τῇ τούτου ἀρετῇ εὖ ὁρῶμεν, καὶ ἀκούομεν τῇ τούτου ἀρετῇ εὖ ἀκούομεν, καὶ διὰ τοῦτο, ᾧ ζῶμεν, τῇ τούτου ἀρετῇ εὖ ζῶμεν, ὥστε εἴη ἂν ⟨τῇ⟩ τῆς ψυχῆς ἀρετῇ εὐδαιμονία (ψυχῇ γὰρ ζῶμεν), οὐ δὴ διὰ τοῦτο οὐδενὸς ἔξωθεν ἄλλου δεησόμεθα παρὰ τὴν ἀρετὴν τῆς ψυχῆς πρὸς τὸ εὖ ζῆν. καὶ γὰρ ἐπὶ τοῦ ὀφθαλμοῦ τῷ μὲν ὀφθαλμῷ ὁρῶμεν καὶ τῇ τούτου ἀρετῇ εὖ ὁρῶμεν, ἀλλ᾿ ὅμως πρὸς τὸ εὖ ὁρᾶν καὶ φωτὸς δεόμεθα καὶ ἄλλων τινῶν.