Ancient Greek · ~7 min
145 to 155
Alexander of Aphrodisias, De anima libri mantissa 145-155
Not analysed yet
ἔτι τὰ οἰκεῖα προηγμένα καὶ εὔχρηστα καὶ ἀξίαν ἔχοντα πρὸς τί ποτε ταύτας ἔχει τὰς ὀνομασίας, εἰ μηδὲν συνεργεῖ πρὸς εὐδαιμο νίαν; πᾶν γὰρ τὸ προηγμένον πρός τι προῆκται, καὶ τῷ φορὸν εἶναι πρὸς τὸ προκείμενον μᾶλλον ἄλλου διὰ τοῦτο λέγεται καὶ προῆχθαι πρὸς τὸ τέλος, καὶ ἡ προαγωγὴ αὐτῶν δῆλον ὡς συνεργεῖ πρὸς εὐδαιμονίαν. εἰ δὲ μὴ πρὸς τοῦτο συνεργεῖ, πρὸς δὲ τὸν κατὰ φύσιν βίον, ἄξιον ἐρέσθαι περὶ τοῦ κατὰ φύσιν αὐτοὺς βίου, πότερον οὗτος ἀγαθόν ἐστιν, ἢ οὐκ ἀγαθὸν μέν, οἰκεῖον δὲ καὶ αὐτὸ καὶ προηγμένον, ἢ ἀλλότριον καὶ ἀποπροηγμένον ἢ ἀρρεπὲς ὅλως. παρὰ γὰρ ταῦτα οὐδὲν οἷόν τε ἀποκρίνασθαι. οὐ γὰρ δὴ κακόν γε ἐροῦσιν αὐτόν εἰ μὲν οὖν ἀγαθόν, πρῶτον μὲν πῶς οὐχὶ τὰ συμπληρωτικὰ αὐτοῦ καὶ ποιητικὰ ἀγαθὰ ἂν καὶ αὐτὰ εἴη, ὥστε ἀγαθὰ τὰ προηγμένα; ἔπειτα δὲ οὐ μόνον ἔσται τὸ καλὸν ἀγαθόν· καὶ γὰρ ὁ κατὰ φύσιν βίος, εἴ γε ἀγαθὸν καὶ πρὸς εὐδαιμονίαν ἔσται συντελῶν, εἴ γε ἡ εὐδαιμονία συμπλήρωσις ἀγαθῶν, ὥστε οὐκ αὐτάρκης πρὸς εὐδαιμονίαν ἡ ἀρετή. εἰ δὲ ἀλλότριον καὶ ἀποπροηγμένον ἢ ἀρρεπές, πῶς οὐ γελοῖον τὰ ποιητικὰ αὐτοῦ προηγμένα λέγειν; τί γὰρ μᾶλλον τὰ πρὸς τοῦτο φορὰ προηγμένα, ἢ τὰ πρὸς τὸ ἀντικείμενον αὐτῷ; εἰ δὲ καὶ αὐτὸς προηγμένος τε καὶ ἀξίαν ἔχων ἐστὶν ὁμοίως ἐκείνοις, καὶ διὰ τοῦτον τοιαῦτα ἦν καὶ τὰ ποιητικὰ αὐτοῦ, εἰς τί προῆκται καὶ ἀξίαν ἔχει, πευσόμεθα παῤ αὐτῶν, ὥσπερ καὶ περὶ τῶν τούτου ποιητικῶν, ἐπεὶ πᾶν τὸ προηγμένον πρός τι προῆκται. εἰ μὲν οὖν εἰς τὴν εὐδαιμονίαν φήσουσιν, συνεργὸς ἂν ὁ κατὰ 158 v φύσιν εἴη βίος πρὸς εὐδαιμονίαν, οὕτως δὲ καὶ τὰ τούτου ποιητικά, καὶ οὐκ αὐτάρκης ἡ ἀρετὴ πρὸς αὐτόν, εἰ δὲ πρὸς ἄλλο τι φήσουσιν, ὁ αὐτὸς καὶ περὶ ἐκείνου, καὶ τοῦτ᾿ εἰς ἄπειρον.