Ancient Greek
15 to 26
Alexander of Aphrodisias, De anima libri mantissa 15-26
Not analysed yet
καὶ γὰρ ἐν ταύταις, τὸ μέν ἐστιν ὑποκείμενον, τὸ δὲ εἶδος, καθ᾿ ὃ καὶ ἕκαστον αὐτῶν ἐστι τόδε τι, τὸ μὲν ὕδωρ, τὸ δὲ ἀήρ, τὸ δὲ ἄλλο τι |μένης τῆς ψυχῆς ἐν τῇ πρὸς τὸ σῶμα μίξει τὸ ζῷον γίνεται. εἰ δὲ κατὰ μηδέτερον τῶνδε τῶν τρόπων τὸ ζῷον οὐσία σύνθετος, κατὰ τὸν τρίτον λείπεται ἄρα. ἦν δ᾿ οὗτος, καθ᾿ ὃν ἦν τοῦ συγκειμένου τὸ μὲν ὑποκείμενόν τε καὶ ὕλη, τὸ δὲ εἶδος. οὐ γὰρ δὴ ὡς οἱ ἀριθμοί· ἀσώματον γὰρ τὸ ἐκ τούτων, τὸ δὲ ζῷον οὐ τοιοῦτον. τὸ ἄρα ζῷον, συγκείμενον ἐκ ψυχῆς τε καὶ σώματος, τῷ τὸ μὲν ὑποκείμενον τούτων εἶναι, τὸ δὲ εἶδος ἐκ τούτων ἔχει τὴν σύνθεσιν. λείπεται δὴ ἢ τὸ σῶμα τῆς ψυχῆς εἶδος εἶναι, ἢ τὴν ψυχὴν τοῦ σώματος. ἀλλὰ τὸ μὲν σῶμα τῆς ψυχῆς εἶδος λέγειν ἀδύνατον· ὑποκείμενον γὰρ τὸ σῶμα. ἔτι καὶ ἕκαστον τῶν ὄντων τόδε τι κατὰ τὸ εἶδός ἐστιν, οἶον ἀνδριάς, οἰκία, ναῦς, πῦρ, ὕδωρ, γῆ. καὶ τὸ ζῷον δὲ κατὰ τὴν ψυχὴν ζῷόν ἐστι. ὥστε ἡ ψυχὴ τὸ εἶδος. //ἔτι εἰ τοῦτό ἐστιν εἶδος, οὗ μηκέτι παρόντος μηδ᾿