Ancient Greek
16 to 30
Alexander of Aphrodisias, De anima libri mantissa 16-2-30
Not analysed yet
οὐδὲ γὰρ αἱ τέχναι τῇ τῶν ὀργάνων ἑτερότητι τὴν διαφορὰν ἔχουσιν οὐδὲ τῷ περὶ ἃ καὶ ὧν εἰσιν, ἀλλ᾿ ἔστιν ἡ διαφορὰ αὐταῖς κατὰ τὰς οἰκείας δυνάμεις πρότερον. ἔτι πλείοσιν αἰσθήσεσιν αἰσθανόμεθα ἅμα. ἔτι εἰ πρᾶξίς ἐστιν ἡ μετὰ συγχρήσεως τῶν ὀργανικῶν τοῦ σώματος μορίων ἐνέργεια, ὡς τὸ λαλεῖν, τὸ βαδίζειν, τὸ ταῖς χερσί τι ἐνεργεῖν, οὐκ ἂν εἴη τὸ θεωρεῖν πράσσειν οὐδὲ τὸ νοεῖν, ὥστε οὐδὲ τὸ κριτικὸν πρακτικόν. ἔτι εἰ τοῦ αἰσθητικοῦ τὸ τέλος θεωρητικόν (κριτικὸν γάρ), διὰ σώματος μέντοι (διὸ καὶ μετὰ πάθους), τοῦ δὲ ὁρμητικοῦ τὸ τέλος πρακτικὸν καὶ αἱ πράξεις, διαφέροι ἂν ταῦτα καὶ τῷ τέλει. καὶ τῷ μὴ ἀντακολουθεῖν δὲ μηδὲ ἅμα ἄμφω παραγίνεσθαι καὶ τῷ ἡγεῖσθαι τὸ αἰσθητικὸν καὶ τῷ μὴ ἀεὶ τῇ αἰσθήσει ἕπεσθαι τὴν ὁρμήν, καὶ τῷ ἀεὶ τὴν ὁρμήν, ὅτε ἂν γένηται, μετὰ αἴσθησιν γίνεσθαι. ἔστι δὲ τοῦ ὀρεκτικοῦ καὶ τοῦ ὁρμητικοῦ τό τε ἐπιθυμεῖν καὶ τὸ θυμοῦσθαι καὶ τὸ βούλεσθαι. ἔτι καὶ τὸ λογικὸν κριτικόν, καὶ ὡς ἡγούμενόν γε. τοῦ γὰρ κριτικοῦ ἡγεῖται μὲν τὸ λογικόν, ὃ καὶ νοητικὸν καλοῦμεν. ἕπεται δὲ καὶ ὑποτέτακται τὸ αἰσθητικόν, οὗ καὶ τὸ φαντασιοῦσθαι καὶ τὸ συγκατατίθεσθαι καὶ τὸ μνημονεύειν. ὅτι δὲ καὶ ἡ κοινὴ αἴσθησις ἄλλη παρὰ τὰς καθέκαστα, δῆλον ἐκ τοῦ τὸ ὁρᾶν αἰσθητὸν μὲν εἶναι, μὴ ὁρατὸν δέ. ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων. ἔτι δὲ ὁ θεωρητικὸς νοῦς οὐκ ἔστι περὶ τὰ πρακτικά, οὐδὲ περὶ τὰ αἱρετὰ καὶ φευκτά. ἔτι τὸ ἐφ᾿ ἡμῖν ἐν τῷ πράττειν καὶ ἐν προαιρέσει, οὔτε δὲ ἐν τῷ ὁρμᾶν οὔτε ἐν τῷ συγκατατίθεσθαι οὔτε ἐν τῷ φαντασιοῦσθαι οὔτε ἐν τῷ αἰσθάνεσθαι. ἀλλ᾿ οὐδὲ ἐν τῷ φυτικῷ. ἔτι κατὰ τὸ ὀρεκτικὸν ὑπὸ ψυχῆς κινούμεθα, οὐ κατὰ ἄλλην τινὰ δύναμιν, ὥστε ἄλλη αὕτη ἐκείνων.