Ancient Greek · ~7 min
2 to 17
Alexander of Aphrodisias, De anima libri mantissa 2-4-17
Not analysed yet
οὐδὲ γάρ, διότι λεπτότερον τὸ πῦρ τοῦ ὕδατος, διὰ τοῦτο ἐκεῖνο μένον οὐσίαν προσδέξεται, τὸ δὲ ὕδωρ παχύτερον ὂν οὐκέτι. ἐπίσης γὰρ πλῆρες τὸ λεπτομερέστερον τῷ παχυμερεστάτῳ, εἰ μηδαμοῦ χώρα κενοῦ σώματος. ἔτι εἰ παχύτερος χαλκὸς ὕδατος, πῶς χρυσῷ χαλκὸς μὲν μίγνυται, ὕδωρ δὲ οὔ; καὶ καττίτερος χαλκῷ, ἔλαιον δ’ οὔ; καὶ μολίβδῳ χαλκὸς μὲν μίγνυται, κηρὸς δὲ οὔ; ὅσον γὰρ ἐπὶ τῷ λόγῳ, ἢ πᾶν παντὶ ἐχρῆν μίγνυσθαι, ἢ ταῦτα μᾶλλον ἐκείνων, ἤ, ὅπερ εὔλογον, μηδὲν μηδενί. εἰ γὰρ πόρους αἰτιῶνται, οὐκέτι γίγνεται πᾶν παρεκτεινόμενον παντί, ἀλλὰ παράθεσις ἂν εἴη καὶ τὸ κενὸν αἴτιον ἂν οὕτως λέγοιεν. ἔτι εἰ ὅλα ὅλοις παρεκτείνεται καὶ τὰ βραχύτατα τοῖς μεγίστοις μέχρι τῆς ἐσχάτης ἐπιφανείας, ὃν κατέχει τὸ ἓν τόπον, τὸ συναμφότερον καθέξει. τὰ μὲν γὰρ μόρια τοῦ ὅλου, ἔστ᾿ ἂν ἐν τῷ ὅλῳ ᾖ, πέρασιν οἰκείοις μὴ περιγεγραμμένα εἰκότως οὐκ ἔστιν ἐν τόπῳ καθ’ αὑτά, τῶν δὲ μεμιγμένων ἑκάτερον ὁμοίως τῷ ὅλῳ τῷ ἐξ ἀμφοτέρων ὑπὸ πέρασιν περιγέγραπται, εἴ γε δι᾿ ὅλων κεχωρήκασιν ἀλλήλων. ἑκάτερον γὰρ αὐτῶν τὸν πάντα καθέξει τόπον, ὃν καὶ θάτερον κατεῖχεν πρὸ τῆς μίξεως καὶ μετὰ τὴν μῖξιν τὸ συναμφότερον. καὶ γὰρ τὸ μεμιγμένον, τῷ ἑτέρῳ ἴσον αὐτῷ γινόμενον, ἀνάγκη τὸν αὐτὸν καὶ ἴσον ἐκείνῳ κατέχειν τόπον. ἔσται ἄρα ἐν τῷ αὐτῷ τόπῳ πλείω σώματα, καὶ ἕκαστον αὐτῶν τὸν ὅλον καθέξει τόπον. εἰ δέ, ὧν ὁ τόπος ἴσος, καὶ αὐτὰ ἴσα, τά τε, ἐξ ὧν τὸ συναμφότερον, ἴσα ἀλλήλοις ἔσται, καὶ τὸ συναμφότερον ἑκατέρῳ αὐτῶν· καὶ ὁ κύαθος ἄρα τοῦ οἴνου εἰς πέλαγος ἐκχυθεὶς ἴσος ἔσται τῷ πελάγει, καὶ τὸ πέλαγος μετὰ τοῦ κυάθου τῷ κυάθῳ μόνῳ. τὸ γὰρ λέγειν, ὅτι τῇ δυνάμει οὐκ ἴσον, οὐδὲν πρὸς τὸν λόγον. ἀρκεῖ γὰρ εἰς τὴν τοῦ προκειμένου δεῖξιν τὸ κατὰ τὸ ποσὸν ἴσα αὐτὰ πεφυκέναι.