Ancient Greek · ~6 min
3 to 14
Alexander of Aphrodisias, De anima libri mantissa 3-3-14
Not analysed yet
ὁ γὰρ ἄνθρωπος μόνον τῶν ἄλλων ζῴων μετὰ τὴν προσπεσοῦσαν αὐτῷ φαντασίαν περί τινος ὡς πρακτέου οἷός τε ζητεῖν περὶ αὐτοῦ καὶ βουλεύεσθαι, εἴτε χρὴ συγκατατίθεσθαι τῷ φανέντι, εἴτε καὶ μή. βουλευσάμενος δὲ καὶ κρίνας οὕτως ὁρμᾶ καὶ ἐπὶ τὸ πράττειν ἢ μὴ πράττειν ὁπότερον· καὶ ὁπότερον προέκρινεν ἐκ τῆς βουλῆς ἔρχεται. διὰ τοῦτο καὶ μόνον τῶν ζῴων ἁπάντων ἐφ’ αὑτῷ τὸ πράττειν ἔχει, ὅτι καὶ τοῦ μὴ πράττειν τὸ αὐτὸ τοῦτο τὴν ἐξουσίαν ἔχει. ἐφ’ ἑαυτῷ γὰρ ἡ αἵρεσις τῶν πρακτέων, εἴ γε βουλεύεσθαι καὶ κρίνειν ἐφ’ ἑαυτῷ. ἔστι γὰρ τὸ ἐφ’ αὑτῷ τὸ αὐτὸ τῷ ἀρχήν τε καὶ αἴτιον ποιητικὸν εἶναι τούτων, ἅ φαμεν εἶναι ἐφ’ αὑτῷ. ἔστι δὲ τὸ ἐφ’ ἡμῖν ἐν τούτοις, περὶ ἃ καὶ τὸ βουλεύεσθαι. βουλευόμεθα δὲ οὔτε περὶ τῶν γεγονότων οὔτε περὶ τῶν ὄντων ἤδη, ἀλλὰ περὶ τῶν μελλόντων καὶ ἐνδεχομένων γενέσθαι καὶ μὴ γενέσθαι, καὶ ὧν αἰτία διάνοια. ταῦτα γὰρ οἷά τε ὑφ’ ἡμῶν πραχθῆναί τε καὶ μή. ἐν τούτοις ἄρα καὶ τὸ ἐφ’ ἡμῖν, καὶ ἔστιν ἀρχὴ καὶ αἰτία τῶν δι’ αὐτοῦ πραττομένων ὁ ἄνθρωπος, τοῦτο παρὰ τῆς φύσεως ἐξαίρετον ἔχων παρὰ τὰ ἄλλα πάντα τὰ γιγνόμενα πρὸς αὐτῆς, ὅτι καὶ μόνον λογικόν ἐστι φύσει καὶ βουλευτικόν. τὸ γὰρ λογικὸν ἐν τούτῳ τὸ εἶναι ἔχει. εἰ δὲ ἀρχὴ μὲν ἡ αἰτία τούτων, ὧν ἐστιν αἰτία, ὁ δὲ ἄνθρωπος ἀρχὴ τῶν πραττομένων ὑπ’ αὐτοῦ, καὶ αἴτιος τούτων ἂν εἴη.