Ancient Greek · ~7 min
32 to 42
Alexander of Aphrodisias, De anima libri mantissa 32-42
Not analysed yet
ἀλλὰ ἡ τοῦ μὴ ὄντος φύσις, ὡς εἶπον, ἐν οἷς ἂν ᾖ ταῦτα, ἀφαιρεῖται τὴν ἀιδιότητα καὶ τὴν κατὰ τὰ αὐτὰ ἀεὶ ἐνέργειαν. ἃ οὖν ἀναιτίως καὶ μὴ προϋπαρχούσης αἰτίας προαιρούμεθα, ταῦτά ἐστιν τὰ λεγόμενα ἐφ’ ἡμῖν, ὧν καὶ τὰ ἀντικείμενά ἐστι δυνατὰ διὰ τὸ τὴν αἰτίαν μὴ προκαταβεβλῆσθαι, ἥτις προϋπάρχουσα πάντως ἂν τοῦ γενέσθαι τοῦτο τὴν ἀνάγκην παρεῖχεν. διὰ ταῦτα πολλάκις τινὲς καὶ πεφυκότες ὁμοίως καὶ ἐν τοῖς αὐτοῖς ἔθεσιν ἠγμένοι διαφέροντες ἀλλήλων γίγνονται παρὰ τὰς ἀναιτίους προαιρέσεις. ἔστιν δὲ τὸ μὴ ὂν ἐγκεκραμένον τοῖς οὖσιν οὔτε πολλοῖς, οὔτε, ἐν οἷς ἐστι, πολύ τι, ἀλλὰ καὶ ἐν ὀλίγοις τῶν ὄντων καὶ ὀλίγον· τῶν τε γὰρ ὄντων ἐν τούτοις, ἐν οἷς τὸ μὴ ἀίδιον (τοῦτο δέ ἐστι τὸ περὶ τὴν γῆν, καὶ ὁ τόπος οὗτος ἐλάχιστός ἐστιν ὡς πρὸς πάντα τὸν κόσμον· εἰ γὰρ ἡ γῆ σημείου λόγον ἐπέχει κατὰ τοὺς ἀστρολόγους πρὸς τὸν ἅπαντα οὐρανόν, περὶ ταύτην δὲ καὶ τὰ ἐν ταύτῃ τὸ μὴ ὄν, περὶ ὀλίγον πάνυ ἂν εἴη)· καὶ ἐν τούτοις δὲ ἀμυδρῶς πώς ἐστι καὶ οὐκέτι πολύ. ἐν γὰρ τοῖς ἐν γενέσει οὖσιν τὸ μὲν ἐπὶ πολύ ἐστιν, οὗ ἡ φύσις αἰτία, ὅσον δὲ παραλύεται τῆς φύσεως καὶ τῆς δυνάμεως αὐτῆς πρὸς τὸ ἐξ ἀνάγκης τὰ κατ’ αὐτὴν γίγνεσθαι γιγνόμενα (τοῦτό ἐστι τὸ ἐπ᾿ ἔλαττον, ἐν ᾧ τὸ ἐνδεχόμενον καὶ ἄλλως ἔχειν), περὶ τοῦτό ἐστι καὶ ἡ ἀπὸ τοῦ μὴ ὄντος ἀσθένεια. οὔτε ἄρα ἐν τοῖς ἐξ ἀνάγκης ἐστὶ τὸ μὴ ὄν (διὸ οὐδὲ τὸ ἐνδεχόμενον), οὐδὲ τὸ ἐν τοῖς ἐπὶ πολύ, καθόσον οὕτως ἔχει, ἀλλ’ ἐν τοῖς ἀντικειμένοις αὐτοῖς. ταῦτα δέ ἐστι τὰ ἐπ’ ἔλαττον· ἐν τούτοις δέ ἐστι καὶ τὰ τυχηρὰ καὶ αὐτόματα καὶ κυρίως λεγόμενα ἐφ’ ἡμῖν.