Ancient Greek · ~5 min
33 to 40
Alexander of Aphrodisias, De anima libri mantissa 33-40
Not analysed yet
//τὰ μὲν γὰρ ἔνυλα εἴδη ὑπὸ τοῦ νοῦ νοητὰ γίνεται ὄντα δυνάμει νοητά. χωρίζων γὰρ αὐτὰ τῆς ὕλης ὁ νοῦς, μεθ᾿ ἧς ἐστιν αὐτοῖς τὸ εἶναι, ἐνεργείᾳ νοητὰ αὐτὸς αὐτὰ ποιεῖ, καὶ τότε ἕκαστον αὐτῶν. ὅταν νοῆται, ἐνεργείᾳ τε νοητὸν καὶ νοῦς γίνεται οὐ πρότερον οὐδὲ τῇ αὑτῶν φύσει ὄντα τοιαῦτα. ὁ γὰρ κατ᾿ ἐνέργειαν νοῦς οὐδὲν ἄλλο ἢ τὸ νοούμενον εἶδός ἐστιν, ὥστε καὶ τούτων ἕκαστον τῶν οὐκ ὄντων ἁπλῶς νοητῶν νοῦς, ὅταν νοῆται, γίνεται. ὡς γὰρ ἡ κατ᾿ ἐνέργειαν ἐπιστήμη ταὐτὸν τῷ κατ᾿ ἐνέργειαν ἐπιστητῷ, καὶ ὡς ἡ κατ᾿ ἐνέργειαν αἴσθησις ἡ αὐτὴ τῷ κατ᾿ ἐνέργειαν αἰσθητῷ, καὶ τὸ κατ᾿ ἐνέργειαν αἰσθητὸν τῇ κατ᾿ ἐνέργειαν αἰσθήσει, οὕτως δὲ καὶ ὁ κατ᾿ ἐνέργειαν νοῦς ὁ αὐτός ἐστι τῷ κατ᾿ ἐνέργειαν νοητῷ καὶ τὸ κατ᾿ ἐνέργειαν νοητὸν τῷ κατ᾿ ἐνέργειαν νῷ. ὁ γὰρ νοῦς τὸ εἶδος τοῦ νοουμένου λαμβάνων καὶ χωρίζων αὐτὸ τῆς ὕλης κατ᾿ ἐνέργειαν ἐκεῖνό τε νοητὸν ποιεῖ καὶ νοῦς αὐτὸς κατ᾿ ἐνέργειαν γίνεται. εἰ δή τι τῶν ὄντων ἐστὶν ἐνεργείᾳ νοητὸν τῇ αὑτοῦ φύσει καὶ ἐξ αὑτοῦ τὸ εἶναι τοιοῦτον ἔχον τῷ ἄϋλον εἶναι, οὐ παρὰ τοῦ χωρίζοντος αὐτὸ τῆς ὕλης νοῦ, τὸ τοιοῦτον ἐνεργείᾳ νοῦς ἐστιν ἀεί. νοῦς γὰρ τὸ κατ᾿ ἐνέργειαν νοητόν.