Ancient Greek · ~6 min
39 to 45
Alexander of Aphrodisias, De anima libri mantissa 39-45
Not analysed yet
εἰ δὲ οἱ τοῦ ἀέρος πόροι κενοὶ μένουσιν ὄντος σκότους, πρῶτον μὲν ἔσται κενόν τι ἐνεργείᾳ ἐν τῷ κόσμῳ κατ᾿ αὐτούς, ὅπερ οὐ θέλουσιν, ἔτι καὶ μανότερος ὁ ἀὴρ ἔσται τῆς νυκτός, ἅτε ἔχων ἐν αὐτῷ κενά (δοκεῖ δὲ πυκνότερος γίνεσθαι τότε), ἔτι τὸ φῶς οὐκ ἔσται διακριτικὸν καὶ λεπτυντικὸν τοῦ ἀέρος, ὡς λέγουσιν, ἀλλὰ τοὐναντίον. ἔτι πῶς ὁμαλὲς ἔσται τὸ φῶς ἐν τῷ ἀέρι, μόνων τῶν πόρων ἐχόντων αὐτό, εἴ γε, ἔνθα μέν ἐστι τὸ φῶς, τοῦτο πεφώτισται (τοῦτο δ᾿ εἰσὶν οἱ πόροι), ἔνθα δὲ ὁ ἀὴρ ἢ ἄλλο τι τῶν διαφανῶν σῶμα, μὴ πεφώτισται. ἔτι εἰ σῶμα τὸ φῶς, πῶς ἐὰν διὰ βραχείας ὀπῆς εἰς οἶκόν τινα σκότους ὄντος εἰσέλθῃ ἀπό τινος φωτίσαντος, ἀποληφθείσης ἀθρόως τῆς ὀπῆς οὐχ ὑπομένει οὐκ ἔχον ἄλλην ἔξοδον; ἔτι εἰ σῶμα τὸ φῶς, πῶς οἷόν τε ἅμα φωτίζεσθαι καὶ τὰ πόρρω καὶ τὰ ἐγγύς, τὰ δυνάμενα ἀπὸ τοῦ αὐτοῦ διαστήματος φωτισθῆναι; ἔδει γὰρ ἐν πλείονι χρόνῳ τὰ πλέον ἀφεστῶτα, εἴ γε παντὸς σώματος ἡ τοπικὴ κίνησις ἐν χρόνῳ. ὅτι δὲ ἅμα τὸ φῶς καὶ ἐν τῷ ἐγγυτάτῳ καὶ ἐν τῷ πορρωτάτῳ γίνεται διαστήματι τῷ οἵῳ τε φωτίζεσθαι, ἐν ταὐτῷ τοῦ φωτίζοντος μένοντος, ἐναργές. ἔτι εἰ τὸ φῶς σῶμα ὄν ἐστιν ἐν τοῖς τοῦ ἀέρος πόροις ἢ τοῖς τοῦ ὕδατος, πῶς ἢ τοῦ ὕδατος ῥέοντος ἢ τοῦ ἀνέμου μετακινουμένου οὐ συμμεταφέρεται καὶ συγκινεῖται καὶ αὐτό, ἀλλ᾿ ἀεὶ ἐν τῷ αὐτῷ μένει τῶν ἐν οἷς ἐστιν οὐ μενόντων;