Ancient Greek · ~7 min
4 to 20
Alexander of Aphrodisias, De anima libri mantissa 4-20
Not analysed yet
μήποτε οὖν ἄλλος τις τρόπος τοῦ ἔν τινι παρὰ τὸ ἐν ὑποκειμένῳ ἐστὶν ὁ τοῦ ὡς εἶδος ἐν ὕλῃ. οὐ γὰρ οἷόν τε τὸ εἶδος ἐν ὕλῃ ὡς ἐν ὑποκειμένῳ εἶναι, εἴ γε τὸ ἐν ὑποκειμένῳ ἐστίν, ὃ ἔν τινι μὴ ὡς μέρος ὃν ἀδύνατον χωρὶς εἶναι τοῦ ἐν ᾧ ἐστιν (δεῖ γὰρ τὸ ὑποκείμενον τῷ ἐν ὑποκειμένῳ ὄντι τόδε τι εἶναι), οὐδὲν δὲ πρὸς τὸ εἶναι ἐνεργείᾳ τόδε τι καὶ τοῦ ἐν ᾧ λέγεται εἶναι χωρὶς εἴδους. διὰ τοῦτο γοῦν οὐδὲ ἡ ὕλη αὐτὴ καθ᾿ αὑτὴν ὑπόστασιν ἔχειν δύναται, ὅτι μηδέπω τὸ εἶδός ἐστιν ἐν αὐτῇ. ἕκαστον γὰρ τῶν ὄντων μετὰ εἴδους ἐστὶ τόδε τι. κατὰ γὰρ τὸ εἶδος πᾶν ἐστι τοῦτο ὃ λέγεται. ὥστε οὐκ ἂν εἴη ἐν ὑποκειμένῳ τῇ ὕλῃ τὸ φυσικὸν εἶδος. τὸ μὲν γὰρ κατὰ τέχνην γινόμενον εἶδος ἐν ὑποκειμένῳ ἐστὶ τῷ τόδε τι εἶναι καὶ εἶδος ἔχειν τὸ ὑποκείμενον, ὡς ὁ τεχνίτης τὸ τεχνικὸν εἶδος ἐμποιεῖ τε καὶ περιτίθησιν. οὐκέτι δὲ τὸ φυσικὸν εἶδος οἷόν τε οὕτως εἶναι ἐν τῇ ὕλῃ λέγειν. οὐ γὰρ τόδε τι οὐδὲ ἐνεργείᾳ ὑποκείμενον ἡ ὕλη καθ᾿ αὑτήν. εἰ οὖν τὸ μὲν φυσικὸν εἶδος οὐκ ἐν ὑποκειμένῳ, καὶ ἡ ψυχὴ δὲ φυσικὸν εἶδος, οὐκ ἂν οὐδὲ ἡ ψυχὴ ἐν ὑποκειμένῳ εἴη. οὐ γάρ ἐστιν ἡ ψυχὴ ἐν σώματι ἁπλῶς γινομένη, ἐπεὶ κἂν ἐν παντὶ σώματι ἐγίνετο, ὥστε καὶ ἐν τοῖς ἁπλοῖς, πυρί, ἀέρι, ὕδατι, γῇ· τοῦτο δὲ ἀδύνατον. ἀλλ᾿ ἔστιν ὑποκείμενον αὐτῷ καὶ ὕλη τὸ ὀργανικὸν σῶμα, ὃ οὔτε πρὸ τοῦ τὴν ψυχὴν ἔχειν οἷόν τε ὀργανικὸν εἶναι, οὔτε ἀποβαλὸν τὴν ψυχὴν ὀργανικὸν ἔτι. οὐδὲν γὰρ ἄψυχον σῶμα ὀργανικόν. οὐκ ἄρα ἔστι λαβεῖν διὰ τοῦτο ἐν ᾧ ἐστιν ἡ ψυχή. σὺν γὰρ ταύτῃ ὂν ὀργανικόν, ὡς ὁ μόλιβδος σὺν τῇ βαρύτητι. ἀλλ᾿ οὔτε τὸ πῦρ ἐν τῷ ἄνθρακι ὡς ἐν ὑποκειμένῳ.