Ancient Greek · ~7 min
40 to 53
Alexander of Aphrodisias, De anima libri mantissa 40-2-53
Not analysed yet
οὐ γὰρ λέγομεν τὸ ἀπὸ τύχης ἐν τοῖς κατὰ φύσιν γιγνομένοις, ὅταν ἄλλο τι παρὰ τὸν τῆς φύσεως σκοπὸν γένηται, ὥσπερ τὰ τέρατα· καὶ γὰρ τούτων ἐστὶ μὲν τὸ φύσει γιγνόμενον κατὰ συμβεβηκὸς αἴτιον· οὐ μὴν τύχης τοῦτο. ἀλλ’ οὐδ’ ὧν τὰ κατὰ τέχνην γιγνόμενα κατὰ συμβεβηκὸς αἴτια γίνεται, ὡς ἐπὶ τῇ τῶν διαστρόφων, οὐδὲ ἐπὶ τούτων ἡ τύχη τὴν αἰτίαν ἔχει. ἐν τοῖς κατὰ προαίρεσιν ἄρα, ὡς ἔφαμεν. ὅταν μὲν οὖν τὸ γιγνόμενον κατὰ προαίρεσιν δεξιοῦ τινος κατὰ συμβεβηκὸς αἴτιον γένηται, ὡς τὸ σκάπτειν τῆς εὑρέσεως τοῦ θησαυροῦ, εὐτυχίαν τοῦτο λέγομεν, ὅταν δὲ φαύλου, δυστυχίαν· οἷον εἰ σκάπτων ὑπό τινος ἑρπετοῦ δηχθείη τις ἐν αὐτῷ τῷ σκάπτειν εὑρεθέντος, οὐκ ὄντος ἐπιτηδείου τὴν ἄλλως τοῦ τόπου πρὸς ἑρπετὰ τοιαῦτα· εἰ γὰρ πλήθους ὄντος ἑρπετῶν ὅδε ὤρυττεν ἀπερισκέπτως, οὐ τύχη τούτῳ τῆς πληγῆς αἰτία, ἀλλ’ ἀβουλία τις οἰκεία καὶ ἀπρονοησία. καὶ τὸ μὲν τῆς τύχης τοιοῦτόν τε καὶ οὕτως αἴτιον, τὸ δὲ αὐτόματον εἴωθεν μὲν καὶ ἐπὶ τῶν ἀπὸ τύχης γιγνομένων κατηγορεῖσθαι, οὐ μὴν ἀλλὰ μᾶλλον ἐπὶ τῶν φύσει. ὅταν γὰρ τῷ γινομένῳ φύσει ἄλλο τι ἐπακολουθήσῃ, ἀλλὰ μὴ τὸ οὗ χάριν ἐγίνετο, αὐτομάτως τοῦτο λέγομεν γεγονέναι, ὥσπερ τὰ τέρατα. ὅταν γὰρ μὴ οὗ χάριν τέλους γίγνεται τὸ γιγνό| μενον φύσει γένηται, μάτην καὶ αὐτὸ λέγομεν γεγονέναι, καὶ τὸ ἐπακολουθῆσαν αὐτῷ, ὅτι κατὰ συμβεβηκὸς αἴτιον τὸ μάτην γεγονός ἐστιν, αὐτομάτως φαμὲν γεγονέναι. καὶ ἁπλῶς πᾶν τὸ τῷ κατὰ φύσιν ἐπακολουθῆσαν γιγνομένῳ, οὐκ ὂν οὗ χάριν ἐγίγνετο, αὐτομάτως λέγεται γεγονέναι. οὕτως ὁ κατενεχθεὶς λίθος καὶ οὕτως πως πεσών, ὡς ἐπ’ αὐτοῦ καθέζεσθαι δύνασθαι, αὐτομάτως τήνδε τὴν θέσιν ἔσχεν ἐπακολουθήσασαν τῇ φυσικῇ τοῦ λίθου διὰ τὴν βαρύτητα καταφορᾷ. ὁμοίως καὶ ὁ μὲν διὰ τὴν τροφὴν ἐλθών ἐπὶ τόνδε τὸν τόπον ἵππος, σωθεὶς δὲ διὰ τοῦτο ἀπὸ τῶν πολεμίων·