Ancient Greek · ~8 min
56 to 70
Alexander of Aphrodisias, De anima libri mantissa 56-3-70
Not analysed yet
ἀμφότεροι μὲν οὖν ὑγιῶς λέγουσιν, ἅμα ἑκάτεροι δὲ οὐχ ὑγιῶς. ἢ καὶ ὁ λέγων ἑκάστῳ οἰκεῖον εἶναι τὸ ἐνεργείᾳ εἶναι καὶ ζῆν καὶ τὴν καθὸ τὸ εἶναί ἐστιν αὐτῷ ἐν συνεχείᾳ (τὸ γὰρ κατὰ φύσιν, καθό ἐστι τὸ εἶναι ἑκάστῳ, ἡδύ τε καὶ οἰκεῖον καὶ πρῶτον ὀρεκτόν) διηρθρωμένως λέγει. τὸ γὰρ παιδίον τῷ μηδέπω λογικὸν εἶναι οὐκ ἂν εἴη πρῶτον οἰκειωμένον τῇ κατὰ τοῦτο ἐνεργείᾳ, ἀλλὰ ἐπεὶ αἰσθητικόν ἐστι ταῖς κατὰ τὰς αἰσθήσεις ἐνεργείαις εἴη ἂν προσοικειωμένον καὶ ἔτι τῷ τρέφεσθαι. ὀρεγόμενα δὲ τῆς καθό ἐστιν ἐνεργείας ἀνεμποδίστου, τοῦ τε οἰκείου ἀγαθοῦ καὶ τῆς ἡδονῆς ἂν ὀρέγοιτο, εἴ γέ ἐστιν ἡδονὴ ἐνέργεια τῆς κατὰ φύσιν ἕξεως ἀνεμπόδιστος καὶ ἔτι τοῦ αὐτοῖς περιγενέσθαι αὐτήν (τῆς γὰρ ἰδίας ἐνεργείας ὀρέγονται). ὁ γὰρ τῆς οἰκείας ἐνεργείας τῆς καθό ἐστι δυνάμει ὀρεγόμενος ὀρέγεται μὲν δηλονότι τῆς ἀνεμποδίστου (τὸ γὰρ κωλυτικὸν καὶ ἐμποδιστικὸν τῆς ἐνεργείας φευκτὸν τῷ ὀρεγομένῳ αὐτῆς), ἅμα δὲ ἡ τοιαύτη καὶ ἡδεῖα. ὀρέγεται δὲ οὐχ ἀπλῶς ἐνεργείας, ἀλλὰ τοῦ αὐτὸ ἐνεργεῖν καὶ τῆς οἰκείας μᾶλλον δὲ ἐπεὶ ἡ ἡδονὴ ἕπεται τῇ τοιαύτῃ ἐνεργείᾳ πρὸς ἣν οἰκειοῦται πρώτην. οὐ γὰρ σκοπὸν τῆς ὀρέξεως τὴν ἡδονὴν πεποίηται, ἀλλὰ ἔχει ἑπομένην αὐτὴν τῇ ἐνεργείᾳ. πᾶν γὰρ τὸ κατὰ φύσιν ἡδύ. οὐ γὰρ ἡσθεὶς πρῶτον, εἶθ᾿ οὕτως ὀρέγεται τοῦ δι᾿ οὗ ἥσθη. οὐ γὰρ δὴ λόγου γε ἡ φύσις οἰκείου χρήζει, ἀλλ᾿ ἕπεται τῇ τοιᾷδε ἀρχῇ τοῖς γινομένοις φύσει πάντως τὰ μετ᾿ αὐτὴν καὶ τοιόνδε τέλος, εἰ μηδὲν ἐμποδίζοι, οὐ προνοηθὲν ὡς ἐπὶ τῶν τεχνῶν, ἀλλ᾿ οὕτω κατεσκευασμένον. σύμφωνον δὲ τῇ τοιαύτῃ ἀρχῇ καὶ τὸ τέλος τὸ κατὰ Ἀριστοτέλη, ὂν ἐνέργεια κατὰ ἀρετήν. λέγει δὲ ἐν τῷ δεκάτῳ τῶν Νικομαχείων Ηθικῶν καὶ Ἀριστοτέλης οὕτως περὶ τούτου· ὀρέγεσθαι δὲ τῆς ἡδονῆς οἰηθείη τις ἂν ἅπαντας. ὅτι καὶ τοῦ ζῆν ἄπαντες ἐφίενται. ἡ δὲ ζωὴ ἐνέργειά τίς ἐστι, καὶ ἕκαστος περὶ ταῦτα καὶ τούτοις ἐνεργεῖ, ἃ μάλιστα ἀγαπᾷ.