Ancient Greek · ~4 min
61 to 69
Alexander of Aphrodisias, De anima libri mantissa 61-69
Not analysed yet
ἆῤ οὖν ὁ τὴν ἀρετὴν ἔχων ἐν αὐταρκείᾳ ἐστὶν καὶ οὐδενὸς ἐπιδεῖται κατὰ τὸν βίον; ἢ πολλά ἐστιν, ὧν ὁ τὴν ἀρετὴν ἔχων δεῖται· ὑγιείας ἰσχύος, εὐπορίας καὶ πλεόνων ἄλλων καὶ τοῦτο καὶ καθ᾿ οὓς ἡ ἀρετὴ αὐτάρκης πρὸς εὐδαιμονίαν τίθεται. λέγουσι γὰρ εἶναί τινα προηγμένα τῷ σοφῷ καὶ ἀξίαν ἔχοντα καὶ οἰκεῖά τινα καὶ ἐπισπαστικά, ἀλλὰ καὶ δίχα κειμένων ἀρετῆς τε σὺν τούτοις καὶ ἀρετῆς μόνης, μηδέποτ᾿ ἂν τὸν σοφὸν τὴν κεχωρισμένην ἑλέσθαι, εἰ εἴη αὐτῷ δυνατὸν τὴν μετὰ τῶν ἄλλων λαβεῖν. εἰ δὲ τοῦτο, δῆλον ὡς χρείαν ὁ σοφὸς ἕξει τούτων. γελοῖος γὰρ ἂν εἴη ἐκλεγόμενος μὲν αὐτά, πρὸς οὐδὲν δ᾿ αὐτῶν ἀναφέρων τὴν ἐκλογήν. πῶς οὖν ἔτι τὸ ἔσχατον ὀρεκτὸν ἡ ἀρετὴ εἴη ἄν, καὶ οὗ τυχόντες οὐδενὸς ἂν ἄλλου ἔτι ὀρεγοίμεθα, καὶ αὐτάρκης εἴη πρὸς τὸ ζῆν; εἰ δὲ μὴ πρὸς ταῦτα, οὐδὲ πρὸς εὐδαιμονίαν. κεῖται γὰρ ἡ εὐδαιμονία τοιοῦτον.