Ancient Greek · ~7 min
62 to 81
Alexander of Aphrodisias, De anima libri mantissa 62-81
Not analysed yet
ταῦτα δὲ ἄτοπα. ἔτι εἰ μὲν τῶν ἁπλῶν τι σωμάτων ἡ ψυχή, πᾶν σύγκριμα, ἐν ᾧ καὶ τοῦτο ἐνυπάρχει τὸ σῶμα, ἔμψυχόν τε καὶ ζῷον ἔσται. εἰ δὲ σύγκριμα ἐκ τῶν ἁπλῶν ἡ ψυχή, ἔσται καὶ τὸ ἡμέτερον ἡ ψυχή. ἔτι παντὸς σώματος οἰκεία τις κίνησις, οἷον ἁπλῆ μὲν τοῦ ἁπλοῦ, μικτὴ δὲ τοῦ συνθέτου ἢ κατὰ τὸ πλεονάζον, τῆς δὲ ψυχῆς οὐδεμία τοπικὴ κίνησις οἰκεία. οὐκ ἂν οὖν οὔτε τῶν ἁπλῶν, οὔτε τῶν συνθέτων εἴη σωμάτων. οὐδὲ γὰρ αἱ κατὰ αἴσθησιν καὶ φαντασίαν ἢ πάθος, οὖσαι κατὰ ἀλλοίωσιν, οὐ τοπικαὶ τῆς ψυχῆς εἰσι κινήσεις καθ᾿ αὑτήν, ἀλλὰ τοῦ συναμφοτέρου. ἔτι εἰ σῶμα ἡ ψυχή, πῶς μετέχει τὸ σῶμα τῆς ψυχῆς; καὶ πῶς ἐστιν ἡ ψυχὴ ἐν αὐτῷ; ἢ γὰρ ὡς μέρος ἔσται, καὶ οὕτως οὐδὲν τῶν ἄλλων μερῶν τοῦ σώματος ἔμψυχον, μᾶλλον δὲ οὐδὲν ὅλως ἔμψυχον αὐτοῦ, ἀλλὰ ψυχὴ καὶ σῶμα κατ᾿ ἰδίαν. ἀλλὰ οὐδὲ ὡς ἐν ἀγγείῳ τῷ σώματι εἴη ἂν ἡ ψυχή. εἴη γὰρ ἂν καὶ οὕτως οὐχ ὅλον ἔμψυχον τὸ σῶμα. ἀλλὰ οὐδὲ κατὰ παράθεσιν. οὐδὲ γὰρ οὕτως ὅλον ἔμψυχον ἔσται τὸ σῶμα. μᾶλλον δὲ οὐδ᾿ ὅλως ἔμψυχον. οὐδὲ γὰρ ἐπὶ τοῦ σωροῦ ἐν τῇ κριθῇ ὁ πυρός. εἰ δὲ ὅλον δι᾿ ὅλου, ἐπειδὴ πᾶν τὸ σῶμα ἔμψυχον, πῶς σῶμα διὰ σώματος διήκει, δεικνύναι δεῖ. καὶ γὰρ καί, ἐπεὶ αἱ τῆς ψυχῆς ποιότητες σώματα κατ᾿ αὐτοὺς καὶ αἱ τοῦ σώματος, πολλὰ σώματά ἐστιν ἐν τῷ αὐτῷ καὶ διάφορα δι᾿ ἀλλήλων διήκοντα καὶ ἐν τῷ αὐτῷ τόπῳ, ὃ λόγου δεῖται καὶ ἀποδείξεως. ἔτι προσγινόμενα καὶ ἀπογινόμενα πῶς οὔτε αὐξήσει οὔτε μειώσει τὸ σῶμα; ἔτι ὑπαλλαγεισῶν τῶν ποιοτήτων, αἱ πρῶται χωρισθεῖσαι σώματα οὖσαι εἰς τὸ μὴ ὂν φθαρήσονται, οὐδαμοῦ γάρ εἰσιν· οὕτω δὲ καὶ ἐκ τοῦ μὴ ὄντος ἔσονται.