Ancient Greek · ~5 min
67 to 77
Alexander of Aphrodisias, De anima libri mantissa 67-77
Not analysed yet
ἔτι εἴπερ διὰ πάντων κεχώρηκεν τὸ πνεῦμα, δῆλον ὅτι καὶ διὰ τῶν τοίχων, ὥσπερ καὶ διὰ τῶν διαφανῶν. τί δή ποτ᾿ οὖν τὸν μὲν ἐν τοῖς διαφανέσιν ἀέρα συνεντείνομεν καὶ ὁρῶμεν δι᾿ αὐτῶν, τὸν δὲ ἐν τοῖς μὴ διαφανέσιν οὔτε συνεντείνομεν οὔτε ὁρῶμεν δι᾿ αὐτῶν; εἰ δὲ λέγοιεν τὸ στερεὸν ἐπιπροσθεῖν, στερεὰ καὶ ἡ ὕαλος καὶ τὸ κέρας καὶ οἱ διαφανεῖς λίθοι. εἰ γὰρ ταῦτα λέγοιεν μὴ στερεά, διότι εὔθραυστα, καὶ διὰ τοῦτο δι᾿ αὐτῶ ὁρᾶν ἡμᾶς, εὔθραυστος οὐδὲν ἧττον τούτων καὶ ὁ κέραμός ἐστιν, ὥστε ἐχρῆν ἡμᾶς ὁρᾶν καὶ διὰ τούτου. τί ποτ᾿ οὖν τὸ ἐπιπροσθοῦν τοῖς τοιούτοις καὶ διὰ τί ὁ μὲν ἀὴρ διήκει διὰ πάντων, τὸ δὲ φῶς λεπτότερον αὐτοῦ ὂν οὐ διήκει; ἐχρῆν γάρ, ὅπερ εἰ ἐγίνετο συνέβαινεν ἄν, μηδαμοῦ γίνεσθαι σκιὰν διὰ παντὸς ἰόντος τοῦ φωτὸς καθάπερ καὶ τοῦ ἀέρος. πῶς δέ φασι κατὰ τὸ πέρας τυποῦσθαι τὸν ἀέρα προσπίπτοντα τοῖς ὁρωμένοις; τὰ γὰρ μάλιστα λεπτὰ καὶ ὑγρὰ τῶν σωμάτων οὐ δυνατά ἐστι τὸ ἐνσημαινόμενον δέχεσθαι, ὥσπερ δι᾿ ὑγρότητα ὕδωρ καὶ πηλὸς ὑγρός. ἔτι, εἰ καὶ δοθείη τυποῦσθαι καὶ δέχεσθαι τὸ ἀποματτόμενον, πῶς ἄλλο τι παρὰ τὸ σχῆμα δύναται δέξασθαι; χρῶμα γὰρ οὐδενὸς οὔτε ἐνσημαίνεσθαι πέφυκεν οὔτε ἐν τοῖς ἐκτυπουμένοις ἐγγίνεσθαι, ὥστ᾿ ἔδει χρόας ἡμᾶς μὴ ὁρᾶν, σχῆμα δὲ μόνον. τάχα δὲ οὐδὲ σχῆμα.