Ancient Greek · ~7 min
76 to 88
Alexander of Aphrodisias, De anima libri mantissa 76-2-88
Not analysed yet
συνίστησιν δὲ τὸ μὴ πάντα ἐξ ἀνάγκης γίγνεσθαι τὰ γιγνόμενα τό τε ἐφ’ ἡμῖν, ὡς ἔφαμεν, καὶ ἡ τύχη. ἱκανὴ διακόψαι τὴν συνέχειαν τῶν ἐν τάξει τινὶ γίγνεσθαι δοκούντων. εἰ δὲ οὐδὲν μὲν ἧττον ἐναργὲς τῆς εἱμαρμένης τὸ εἶναί τι ἐφ’ ἡμῖν, καὶ τὸ γίγνεσθαι καὶ ἀπὸ τύχης πολλὰ καὶ ἀπὸ ταὐτομάτου, καὶ ὅλως ἐν τοῖς ἐν γενέσει, ἐν οἷς ἐστι καὶ ἡ εἱμαρμένη, εἶναι καὶ τὴν τοῦ ἐνδεχομένου φύσιν, τοῦτο δὲ ἀναιρεῖ τὸ ἀναγκαῖον, ἀδύνατον εἶναι τὴν εἱμαρμένην ἀναγκαῖόν τι καὶ παραβασθῆναι μὴ δυνάμενον. ἀλλὰ μὴν ὁμολογεῖται πάντα τὰ καθ’ εἱμαρμένην γιγνόμενα κατὰ τάξιν καὶ ἀκολουθίαν γίγνεσθαί τινα καί τι ἐφεξῆς ἔχειν ἐν αὐτοῖς. οὐ γὰρ δὴ τοῖς ἀπὸ τύχης ὅμοια τὰ τῆς εἱμαρμένης· ἐκεῖνα μὲν γὰρ ἄστατά τε καὶ σπανίως γιγνόμενα καὶ σχεδὸν ἀναίτια, τὸ δὲ καθ’ εἱμαρμένην πᾶν τοὐναντίον· εἱρμὸν γοῦν αἰτίων αὐτήν φασιν εἶναι. ἀλλ’ οὐδὲ τῷ κατὰ προαίρεσιν ταὐτὸν ἡ εἱμαρμένη δοκεῖ εἶναι· διακόπτεσθαι γὰρ τὸ συνεχὲς αὐτῆς ὑφ’ ἡμῶν καὶ τῆς ἡμετέρας προαιρέσεως πολλάκις. ἀλλὰ μὴν ἐν τοῖς γενητοῖς τε καὶ φθαρτοῖς ταῦτα ὁρῶμεν αἴτια παρὰ τὴν συνιστᾶσαν φύσιν αὐτὰ καὶ δημιουργοῦσαν, προαίρεσίν τε καὶ τὸ αὐτόματον καὶ τὴν τύχην (οὐ γὰρ ἐν τούτοις τὸ κατὰ τέχνην), ὧν οὐδενὶ ταὐτὸν τὸ τῆς εἱμαρμένης εἶναι δοκεῖ. λείπεται ἄρα τὴν εἱμαρμένην μηδὲν ἄλλο ἢ τὴν οἰκείαν εἶναι φύσιν ἑκάστου. οὐ γὰρ δὴ ἐν τῷ καθόλου καὶ κοινῷ τὸ τῆς εἱμαρμένης, οἷον ἁπλῶς ζῴων, ἀνθρώπων, ἀλλ’ ἐν τοῖς καθ’ ἕκαστα, Σωκράτῃ τε καὶ Καλλίᾳ. ἐν δὲ τούτοις ἡ ἰδία φύσις ἀρχὴ καὶ αἰτία, τοιάδε οὖσα, τῆς κατὰ ταῦτα γιγνομένης τάξεως. ἀπὸ γὰρ ταύτης ὡς ἐπὶ τὸ πᾶν καὶ οἱ βίοι καὶ αἱ τῶν βίων γίγνονται καταστροφαί, μὴ ἐμποδισθείσης ὑπό τινων. ὁρῶμεν γάρ, ὅτι καὶ τὸ σῶμα τῷ τοιόνδε ἢ τοιόνδε ἐκ φύσεως εἶναι καὶ ἐν νόσοις γίγνεται καὶ ἐν φθοραῖς, ἀκολούθως τῇ φυσικῇ συστάσει.