Ancient Greek · ~6 min
8 to 21
Alexander of Aphrodisias, De anima libri mantissa 8-21
Not analysed yet
ἔτι δὲ καὶ ἐκ τῆς κακίας οἷόν τε ταὐτὸν τοῦτο δεῖξαι. εἰ γὰρ ὁ κακίαν ἔχων ἀπλῶς κακός (ὁ δ᾿ ἁπλῶς κακὸς οὐκ ἂν εἴη καὶ ἁπλῶς ἀγαθός· ἅμα γὰρ ἂν εἴη ἐν τῷ αὐτῷ κατὰ ταὐτὸν τἀναντία ἔχων), ἀδύνατον τὸν ἔχοντα κακίαν τινὰ καὶ ἀρετὴν ἔχειν ἅμα. ἔτι εἰ οὐκ ἀντακολουθοῦσιν ἀλλήλαις αἱ κακίαι (πῶς γὰρ οὖσαί γε ἀλλήλαις ἐναντίαι, εἴ γε αἱ μὲν ἐν ὑπερβολῇ, αἱ δὲ ἐν ἐνδείᾳ) καὶ ἔστιν αὐτάρκης ἡ κακία πρὸς κακοδαιμονίαν, εἴη ἂν καὶ μία κακία αὐτάρκης πρὸς κακοδαιμονίαν. τὸν δὲ κακοδαίμονα πῶς οἷόν τε λέγειν ἔχειν ἀρετήν τινα; ἔτι εἰ ἡ ἀρετὴ τοῦ καλοῦ χάριν καλὸν πάντα πράττει (πρακτικὴ γὰρ ἡ ἀρετὴ τῶν ἐν τοῖς πρακτοῖς καλῶν), ὁ τὴν ἀρετὴν ἔχων φιλόκαλός τις ἂν εἴη· ὁ δὲ φιλόκαλος τὸ ἐν πᾶσιν καλὸν ἀσπάζεται· ὁ δὲ τὸ ἐν πᾶσι καλὸν ἀσπαζόμενος πᾶσαν ἀρετὴν ἔχει. εἰ γάρ τις τὸ μὲν ἐν ἀνδρείᾳ καλὸν ἀσπάζὄμενος μηκέτι δὲ καὶ τὸ ἐν δικαιοσύνῃ, οὐδὲ τὸ ἐν ἀνδρείᾳ ἂν καλὸν ἡ καλὸν μεταδιώκοι. εἰ δὲ τοῦτο, οὐδ᾿ ἂν ἀνδρεῖος εἴη. πᾶν γὰρ καλὸν ἀδιάφορον καλόν. εἴτε γὰρ μὴ γνωρίζει πᾶν καλόν, οὐδ᾿ ἂν τόδε τι ὡς καλὸν γνωρίζοι (μία γὰρ γνῶσις ἡ τοῦ καλοῦ καθὸ καλόν), εἴτε γνωρίζει μέν, μὴ αἱρεῖται δέ, οὐκ ἂν εἴη φιλόκαλος· ὥστ᾿ οὐδέ, ὃ πράττει καὶ προαιρεῖται, πράξει καθὸ καλόν· ὥσπερ γὰρ ὁ φίλοινος πρὸς πάντα οἶνον οἰκείως ἔχει, οὕτως δὲ καὶ ὁ φιλόκαλος πᾶν καλὸν αἱρεῖταί τε καὶ ἀσπάζεται.