Ancient Greek · ~6 min
9 to 17
Alexander of Aphrodisias, De anima libri mantissa 9-17
Not analysed yet
ἔστιν δὲ τῶν διαφανῶν καὶ ἡ κόρη, καὶ αὕτη δὴ σὺν τῷ μεταξὺ ἀέρι τῷ πεφωτισμένῳ καὶ αὐτὴ οὐδὲν ἔλαττον ἐκείνου τὸ φῶς δεχομένη, εἴ γε καὶ αὐτὴ διαφανὴς ἔκκειται, τῇ τροπῇ τῇ ὑπὸ τῶν χρωμάτων, ὑφ᾿ ὧν τρεπομένη πως ὁμοιοτρόπως τῷ ἐκτὸς διαφανεῖ, ὁρατική τε καὶ αἰσθητικὴ ψυχὴ γίνεται. τὸ δὲ χρῶμα ἐν μὲν τῷ ἀέρι οὐκ ἐμφαίνεται ὄν, ἐν δὲ τῇ κόρῃ, ὅτι τῶν διαφανῶν τὰ μέν ἐστι διαφανῆ μόνον, τὰ δὲ πρὸς τῷ εἶναι διαφανῆ καὶ ἐμφανῆ ἐστιν, διὰ λειότητα καὶ πυκνότητα στέγειν καὶ ἀθροίζειν τὴν ἔμφασιν δυνάμενα. τὰ μὲν οὖν διαφανῆ μόνον οὐχ οὕτως ἐν αὐτοῖς σώζει τὸ ὁρώμενον, ὥστε καὶ ἐμφαίνεσθαι ἐν αὐτοῖς (τοιαῦτα δέ ἐστιν, ὅσα λεπτὰ τῶν διαφανῶν, ὡς ὁ ἀήρ), ὅσα δὲ πυκνότητός τινος καὶ στερρότητος μετέχει, ταῦτα διαδείκνυσιν ἐν αὐτοῖς καὶ σώζει τὴν ἀπὸ τοῦ ὁρωμένου εἰκόνα καὶ σκιάν. τοιαῦτά ἐστι τῶν διαφανῶν τά τε κάτοπτρα καὶ αἱ ὕελοι καὶ αἱ διαφανεῖς λίθοι καὶ δὴ καὶ τὸ ὕδωρ· στερεώτερον γὰρ καὶ παχύτερον τοῦτο τοῦ ἀέρος καὶ μᾶλλον στέγειν τε καὶ ἀθροίζειν τὰς ἀπὸ τῶν ὁρωμένων εἰκόνας τε καὶ σκιὰς δυνάμενον. ὑδατώδης δὲ οὖσα καὶ ἡ κόρη δέδεικται, καὶ ὁ ἀπὸ τῆσδε διήκων πόρος ἐπὶ τὸ πρῶτον αἰσθητικὸν τοιοῦτος ὢν τὸ ἀπὸ τοῦ ὁρωμένου εἶδος καὶ χρῶμα διαγγέλλει τῷ αἰσθητικῷ. τοῦτο δὲ κρίνει τῇ προσβολῇ τῇ ἀπὸ τούτων τὸ προσπεσὸν χρῶμα. αὕτη γὰρ φύσις αἰσθήσεως τὸ διὰ τῶν αἰσθητηρίων τὰ διαγγελλόμενα κρίνειν πάθη. ἔστι δὲ οὐ τοιαύτη ἡ ἐν τῷ ἀέρι καὶ τῷ διαφανεῖ τῷ κατὰ δύναμιν ὑπό τε τοῦ πυρὸς καὶ τῶν χρωμάτων τροπή, ὁποίαν φαμὲν ἐν τοῖς ἀλλοιουμένοις γίνεσθαι.