Ancient Greek
97 to 101
Alexander of Aphrodisias, De anima libri mantissa 97-101
Not analysed yet
εἰ δὲ τοῦτο, οὐκ αὐτάρκης πρὸς τὸ τέλος ἡ ἀρετή. ἔτι ὅσα τοῦ ἰατροῦ χάριν, ᾖ ἰστρός, ταῦτα καὶ τῆς ὑγιείας, ὃ τέλος ἐστὶ καὶ σκοπὸς τῷ ἰατρῷ, καὶ ὅσα τοῦ κυβερνήτου χάριν, ἢ κυβερνήτης, ταῦτα καὶ τῆς εὐπλοίας, ὃ τέλος ἐστὶ τοῦ κυβερνήτου. καὶ ὅσα δὴ τοῦ ἀνθρώπου ἕνεκεν, ᾗ ἄνθρωπος, ταῦτα καὶ τοῦ τέλους αὐτοῦ τουτέστιν τῆς εὐδαιμονίας. τὰ δὲ σωματικὰ καὶ τὰ ἐκτὸς τοῦ ἀνθρώπου ἕνεκά ἐστι καὶ ᾗ ἄνθρωπος, ὥστε καὶ τῆς εὐδαιμονίας. οὐκ αὐτάρκης ἄρα ἡ ἀρετὴ πρὸς τὸ τέλος.