Ancient Greek · ~18 min
ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ΠΕΡΙ ΨΥΧΗΣ.
Alexander of Aphrodisias, De anima 13.1
Not analysed yet
Καὶ τοιοῦτον μὲν ἡ τροφή· ἡ δὲ κατὰ τὸ τρέφεσθαι ἐνέργεια γίνεται τῆς θρεπτικῆς ψυχῆς μεταβαλλούσης τὴν ἔξωθεν προσενεχθεῖσαν τροφὴν διὰ πέψεως καὶ ἐξομοιούσης καὶ προσκρινούσης τῷ σώματι, οὗ ἐστιν εἶδός τε καὶ δύναμις αὕτη. ὄργανον δ᾿ αὐτῇ πρὸς τὰς τοιαύτας ἐνεργείας τε καὶ μεταβολὰς τὸ θερμόν. διὸ καί τισιν ἔδοξεν ἤδη τοῦτ᾿ εἶναι τὸ τρέφον τὴν τῆς ποιούσης ἀρχῆς δύναμιν ἐπὶ τὸ δι᾿ οὗ ποιεῖ μεταφέρουσιν διὰ τὸ ὁρᾶν χωρὶς ταύτης μὴ δυνάμενον τρέφεσθαί τι. κινητικὸν μὲν γὰρ καὶ τὸ θερμόν, ἀλλ᾿ οὔτε ὡρισμένη οὔτε τεταγμένη κίνησις, ἧς προηγουμένως ἀρχὴ τὸ θερμόν. τὸ δὲ τρεφόμενον τάξει τινὶ καὶ ὁδῷ πρόεισιν καὶ ὅρον ἔχει τινά, ἃ οἰκεῖα ψυχῆς, ἀλλ᾿ οὐ πυρός. ᾧ δὲ τρέφεται τὰ τρεφόμενα, τούτῳ καὶ αὔξεται, ὡς ἤδη προείρηται. οὐ μὴν ταὐτόν ἐστιν αὔξεσθαί τε καὶ τρέφεσθαι, οὐδὲ ἅμα γίνεται οὐ δὲ ἑκατέρῳ αὐτῶν ὁ αὐτὸς σκοπός. τρέφεται μὲν γὰρ ἀεὶ τὸ ζῷον, ἔστ᾿ ἂν (διὸ καὶ συνεχεστάτη ἥδε τῶν ψυχικῶν ἐνεργειῶν). αὔξεται δὲ οὐκ ἀεὶ τρεφόμενα, εἴ γε τρέρεται μὲν ἔστ᾿ ἂν ᾖ, ἔστι δὲ καὶ τὰ γηράσκοντά τε καὶ μειούμενα. σκοπὸς δὲ τῷ μὲν τρέφοντι ἡ τοῦ τρεφομένου σωτηρία, τῷ δὲ αὔξοντι εἰς μέγεθος ἡ συντέλεια τῷ τρεφομένῳ. διὸ καὶ τῶν δυνάμεων ἡ μὲν τοῦ εἶναί τε καὶ τῆς οὐσίας ἐστὶ τηρητική (τοιαύτη γὰρ ἡ θρεπτική), ἡ δὲ αὐξητικὴ προηγουμένως ἐστὶ τῆς κατὰ τὸ ποσὸν ἐπιδόσεως ποιητική. ἔστι δὲ καὶ τὸ γεννᾶν τε καὶ ὅμοιον ἑαυτῷ καταλιπεῖν ἑπόμενον ταῖς προειρημέναις ἐνεργείαις ταῖς κατὰ τὸ αὔξεσθαί τε καὶ τρέφεσθαι, οὐ πᾶσιν μὲν ὑπάρχον οἷς κἀκείνων ἑκάτερον, τοῖς μέντοι μήτε πεπηρωμένοις μήτε ἀτελέσιν ἅπασιν, ὡς προείρηται. καὶ ἔστι τῶν τῆς θρεπτικῆς ψυχῆς δυνάμεων ἥδε τελειοτάτη. τελεία γὰρ ἤδη ἡ κατὰ ταύτην ἐνέργεια οὖσα κατὰ φύσιν καὶ ἤδη τελείων. παντὶ γὰρ τῷ κατὰ φύσιν ἔχοντι τέλος ἐστίν, ὡς ἤδη προείρηται, τὸ γεννῆσαι οἷον αὐτό. καὶ αὗται μὲν αἱ τῆς φυτικῆς τε καὶ πρώτης ψυχῆς ἐνέργειαι· τρέφειν αὔξειν γεννᾶν. εἶεν δ᾿ ἂν καὶ αἱ δυνάμεις ἀφ᾿ ὧν αἵδε αἱ ἐνέργειαι φανεραί· ἡ μὲν θρεπτικὴ δύναμις, οὖσα ἡ πρώτη ψυχῆς, σωστικὴ τοῦ ἔχοντος αὐτὴν διὰ τῆς οἰκείας ἐνεργείας, ἥτις ἐπὶ παρουσίᾳ τροφῆς γίνεται, ἡ δὲ αὐξητικὴ δύναμις ψυχῆς, διὰ τροφῆς αὐξητικὴ τοῦ ἔχοντος αὐτὴν σώματος διὰ τῆς οἰκείας ἐνεργείας, ἡ δὲ γεννητικὴ δύναμις ψυχῆς. γεννητικὴ ὁμοίου τῷ ἔχοντι αὐτήν, ἣ καὶ αὐτὴ τροφῇ πως χρῆται, εἴ γε τὸ σπέρμα δι’ οὗ ἡ γέννησις τῆς ἐσχάτης τροφῆς περίττωμα, ὡς ἐν ἄλλοις δέδεικται, τελειοτέρα τις οὖσα τῶν πρὸ αὐτῆς. οὐ γὰρ εἰς αὐτὸ καὶ τὴν αὐτοῦ σωτηρίαν τε καὶ τελείωσιν συντελεῖ ἡ κατὰ τὴν γεννητικὴν δύναμιν ἐνέργεια, ἀλλὰ τοῖς ἤδη τελείοις οὖσιν αἰτία γίνεται τῆς ἄλλου ὁμοίου γενέσεως ἐφέσει ἀθανασίας ἐπισκευαστῆς τινος, ὡς ἐνδέχεται τὸ θνητὸν ἀθανασίας μετέχειν οὕτως αὐτῷ χορηγούσης αὐτὸ τῆς φύσεως διὰ τῆσδε τῆς δυνάμεως. τριῶν δὲ ὄντων ἐξ ὧν τὸ τρέφεσθαι γίνεται, τοῦ τρέφοντος, τοῦ τρεφομένου, τρέφεται, τὸ μὲν τρέφον ἐστὶν ἡ θρεπτική τε καὶ πρώτη ψυχή, τὸ δὲ τρεφόμενον τὸ σῶμα, οὖ εἶδος ἡ προειρημένη δύναμις, τὸ δὲ ὧ τρέφεται ἡ τροφή. ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ αὔξεσθαί τε καὶ γεννᾶν. ἐπεὶ δὲ πάντα ἀπὸ τοῦ τέλους καὶ ἀπὸ τοῦ τελειοτάτου τῶν ἐν αὐτοῖς δίκαιον ὀνομάζειν (διὰ τοῦτο γοῦν καὶ τὸν ἄνθρωπον λέγομεν λογικὸν καίτοι ὄντα καὶ αἰσθητικόν), τέλος δὲ τῆς πρώ| της ψυχῆς ὡς ἐδείχθη τὸ γεννῆσαι ὅμοιον αὐτῷ, καὶ ἡ πρώτη ἂν ψυχὴ εὐλόγως καλοῖτο γεννητικὴ ὁμοιοῦσα τῷ ἔχοντι αὐτήν, εἰ καὶ ὅτι μάλιστά ἐστι πρὸς τούτῳ καὶ θρεπτικὴ καὶ αὐξητική. ἔστι δ’ ἡ θρεπτικὴ ψυχή τε καὶ δύναμις αἰτία καὶ τῆς συστάσεως τὴν ἀρχὴν τῷ τοῦ ζῴου σώματι, ὥσπερ οὖν καὶ τοῦ εἶναί τε καὶ τῆς ἐπιδόσεώς τε καὶ αὐξήσεως. ταύτης γὰρ ἔργον τὸ ἐν ᾧ ἂν ἦ παρασκευάζειν αὐτὸ τρέφεσθαί τε δι’ αὐτοῦ καὶ αὔξεσθαι δύνασθαι, ἥτις ἐν τῷ καταβαλλομένῳ σπέρματι ἐνυπάρχουσα, ὅταν ὕλης ἐπιτηδείου λάβηται, πρὸς τοῦτο συνίστησίν τε αὐτὴν οὕτως, ὡς ἐν τῇ τροφῇ τε καὶ τῇ αὐξήσει τὸ συνιστάμενον ἐξ αὐτῆς ὅμοιον γίνεσθαι τῷ προεμένῳ, καὶ τοῦ τρέφεσθαί τε αὐτὸ καὶ αὔξεσθαι παρούσης τῆς τροφῆς αἰτία γίνεται. καὶ κατὰ ταύτην μόνην τὴν ψυχικὴν δύναμιν ἐνεργεῖ τὸ κατὰ γαστρὸς ὂν ἐξ αὐτοῦ ἔχον μὲν καὶ τῶν ἄλλων δυνάμεων ἀρχάς τε καὶ ἐπιτηδειότητας, ὧν τὰς ἕξεις εἶχεν καὶ τὸ γεννῆσαν αὐτό, οὐ μὴν ἤδη καὶ ἔχον αὐτὰς ἐνεργείᾳ, τῷ μηδὲ μόριά πως ἔχειν, δι’ ὧν αἱ κατ’ ἐκείνας τὰς δυνάμεις ἐνέργειαι.