Ancient Greek · ~8 min
ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ΠΕΡΙ ΨΥΧΗΣ.
Alexander of Aphrodisias, De anima 14
Not analysed yet
Αἰτίαν δὲ ἡγητέον καὶ τοῦ ἀπὸ μὲν τῶν φυτῶν ἀφαιρούμενά τινα μέρη ζῆν τε καὶ τελειοῦσθαι δύνασθαι, μηκέτι δὲ καὶ τῶν ζῴων, ὅτι ταῦτα μὲν τὴν θρεπτικὴν μόνην ψυχὴν ἔχοντα, ἥτις ἐστὶν ἐν παντὶ τῷ σώματι, καὶ διὰ τοῦτο ὄντα ἁπλούστερά τε καὶ οὐ δεόμενα τοσούτων ὀργάνων, ὅτι ἂν μόριον αὐτῶν ἀφαιρεθὲν δυνηθῇ τὴν ἐν αὐτῷ δύναμιν θρεπτικὴν τηρῆσαι δι’ εὐπορίαν τροφῆς, σώζεταί τε καὶ ὅμοιον τῷ ὅλῳ γίνεται. καθ’ ἣν γὰρ δύναμιν ἐνεργεῖ καὶ τὰ ἀπὸ σπέρματος γεννώμενα, κατὰ ταύτην ἐνεργεῖν καὶ ταῦτα οἷά τε, οὔσης αὐτοῖς ἐν ταύτῃ καὶ τῆς τελειότητος· ἐπὶ δὲ τῶν ζῴων οὐχ ὁμοίως ἐν παντὶ αὐτῷ παρεσπαρμέναι, διὸ οὐδὲ ἐν τῷ ἀφαιρουμένῳ μέρει. οὐ γὰρ ὁμοιομερὴς ἡ τῶνδε ψυχή, ὥσπερ ἡ τῶν φυτῶν, οὔτε δύναμίς ἐστιν ἐν αὐτοῖς ἐκείνων τινός, ὥσπερ ἐν τοῖς σπέρμασιν, τῷ τὴν ἀρχὴν τὰ μέρη ταῦτα μηδὲ δεκτικὰ ἐκείνων αὐτῶν εἶναί τινος, ἔπειτα δὲ καὶ τὴν τροφὴν αὐτὰ μηδὲ ὡς ἔτυχεν δύνασθαι λαμβάνειν, ἀλλὰ διά τινων ἀφωρισμένων ὀργάνων, ἃ οὐχ σἶόν τέ ἐστι τοῖς μὴ ἀπὸ σπερματικῆς ἀρχῆς συνισταμένοις προσγενέσθαι, ὡς τὰς ῥίζας τοῖς φυτοῖς. ἐκεῖναι μὲν γὰρ ῥᾳδίως τῇ τῆς τροφῆς παρουσίᾳ συνίστανταί τε καὶ αὔξονται οὐ πολλῆς τῆς οἰκονομίας δεόμεναι. οὐδὲν δὲ τῶν ζῴων οἷόν τε οὔτε χωρὶς τῶν ἀφωρισμένων πρὸς τὴν τροφὴν ὀργάνων τρέφεσθαι, οὔτε οἷά τε ταῦτα συστῆναι μὴ τοῦ σπέρματος τὰς δυνάμεις αὐτῶν ἔχοντος. διὸ καὶ κατὰ γαστρὸς ὄντα ἔτι ὡς μέρη τῆς φερούσης αὐτὰ τὴν τροφὴν λαμβάνει. τρέφεται μὲν γὰρ κατὰ τὴν δύναμιν τὴν ἐν αὐτοῖς, δέχεται δὲ τὴν τροφὴν ὡς μέρη. διὸ οὔτε ζῷον ἤδη οὔτε ἁπλῶς ζῆν καὶ καθ’ αὑτὰ λέγεται τὰ ἔτι κατὰ γαστρὸς ὄντα. ζῇ μέντοι καὶ τὰ τῶν ζῴων μέρη πολλάκις διαιρεθέντων αὐτῶν ἐπὶ χρόνον τινά, εἰς ὅσον ἐπὶ τῶν ψυχικῶν δυνάμεων ἔχειν οἷά τε τὰ μέρη ἐγκαταλείμματά τινα τῶν τε ἐνεργειῶν καὶ τῶν δυνάμεων ὧν εἶχον ὅτε ἦν ἡνωμένα τε καὶ συνεχῆ τῷ ὅλῳ.