Ancient Greek · ~56 min
ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ΠΕΡΙ ΨΥΧΗΣ.
Alexander of Aphrodisias, De anima 24.1
Not analysed yet
Ἡ δὲ φανταστικὴ δύναμις τῆς ψυχῆς ἐστι μὲν κριτικὴ καὶ αὐτή, ἡ τούτων μία οἰς ἀληθεύειν ἢ ψεύδεσθαι λεγόμεθα. ἔστι γὰρ καὶ ἀληθὴς καὶ ψευδὴς φαντασία, ὥσπερ καὶ αἴσθησις, καὶ πολλὰ κατὰ φαντασίαν καὶ ποιεῖ καὶ πάσχει τὰ ζῷα. λεγόμεθα δὲ ἀληθεύειν αἰσθήσει, δόξῃ, ἐπιστήμὴ. νῷ. ὧν αἴσθησις μέν ἐστιν, ὡς εἴρηται, δύναμις δεκτική τε καὶ κριτικὴ τῶν ἐν τοῖς αἰσθητοῖς εἰδῶν χωρὶς τῆς ὑποκειμένης αὐτοῖς ὕλης, ἐν τοῖς ἰδίοις ἀληθεύουσα ὡς ἐπὶ τὸ πλεῖστον, δόξα δὲ ὑπόληψις περὶ τὰ ἐνδεχόμενα καὶ ἄλλως ἔχειν, ἐπιστήμη δὲ συλλογισμὸς ἀποδεικτικὸς ἢ γνῶσις τῆς τοῦ ἐπιστητοῦ αἰτίας, ὅτι ἐκείνου ἐστὶ καὶ ἀδύνατον αὐτὸ ἄλλως ἔχειν, νοῦς δὲ δύναμις τῶν ἀύλων εἰδῶν ληπτική, ἢ δύναμις ᾗ ἀληθεύομεν περὶ τὰς ἀναποδείκτους ἀρχάς. οὐ μὴν τούτων ἐστί τινι ἡ φαντασία ἡ αὐτή, εἰ τὴν ἰδίως τις καὶ κυρίως λεγομένην φαντασίαν λέγοι. αὕτη δέ ἐστι κίνησίς τις, καθ’ ἣν λέγομεν φάντασμά τι ἡμῖν ἐν τῇ ψυχῇ γίνεσθαι, ἐπεὶ κατὰ μεταφοράν γε κατὰ πάντων τῶν προειρημένων τῇ φαντασίᾳ χρώμεθα πολλάκις. καὶ γὰρ κατὰ αἰσθήσεως καὶ κατὰ δόξης καὶ κατὰ ἐπιστήμης καὶ νοῦ τὴν φαντασίαν κατηγοροῦμεν. τῆς μὲν οὖν αἰσθήσεως χωρίζεται ἡ τοιαύτη φαντασία τῷ τὴν μὲν αἴσθησιν παρόντων εἶναι τῶν αἰσθητῶν, φαντασίαν δὲ γίνεσθαι καὶ μὴ παρόντων, καὶ αἴσθησιν μὲν ἐγρηγορότων γίνεσθαι, φαντασίαν δὲ καὶ κοιμωμένων. ἔτι αἴσθησις μὲν οὐκ ἐφ’ ἡμῖν (οὐ γὰρ ἐφ’ ἡμῖν μὴ παρόντων τῶν αἰσθητῶν αἰσθάνεσθαι), φαντασία δὲ καὶ ἐφ’ ἡμῖν· ἐφ’ ἡμῖν γὰρ φαντασίαν τινὸς καὶ μὴ παρόντος λαβεῖν. καὶ αἰσθήσεως μὲν πάντα μετέχει τὰ ζῷα, φαντασίας δὲ οὐ δοκεῖ, ὡς τά τε ὀστρεώδη τῶν θαλασσίων καὶ οἱ σκώληκες. καὶ ἡ μὲν αἴσθησις ἀεὶ τῶν ἰδίων ἀληθής ἐστι, τῶν δὲ φαντασιῶν αἱ πλεῖσται ψευδεῖς. ὅτι δὲ μὴ ταὐτὸν αἴσθησις καὶ φαντασία, δῆλον καὶ ἐκ τοῦ ὅταν μὲν ἀκριβῶς αἰσθανώμεθά τινος μὴ λέγεσθαι ἡμᾶς φαντασίαν ἔχειν αὐτοῦ, ἀμαυρῶς δέ τινος αἰσθανόμενοι φαίνεσθαι ἡμῖν ἐκεῖνο λέγομεν. καίτοι, εἰ ἦν ταὐτά, ἔδει τὴν μᾶλλον αἴσθησιν μᾶλλον φαντασίαν εἶναι, καὶ τὴν ἀκριβεστέραν αἴσθησιν καὶ φαντασίαν ἀκριβεστέραν. ἀλλὰ μὴν οὐδὲ ἐπιστήμῃ οὐδὲ νῷ ταὐτὸν ἡ φαντασία, ὅτι ἐπιστήμη μὲν καὶ νοῦς ἀεὶ ἀληθῆ, τῶν δὲ φαντασιῶν αἱ πλεῖσται ψευδεῖς. ἔτι ἐπιστήμη μὲν καὶ νοῦς, ὥσπερ οὖν καὶ φρόνησις, ἐν μόνοις τοῖς λόγον ἔχουσιν, φαντασία δὲ καὶ ἐν ἀλόγοις. δόξαι δ’ ἂν κατὰ τὸ ἀληθὴς καὶ ψευδὴς γίνεσθαι φαντασία ἡ αὐτὴ εἶναι τῇ δόξῃ. καὶ γὰρ τῶν δοξῶν αἱ μὲν ἀληθεῖς εἰσιν, αἱ δὲ ψευδεῖς. οὐ μὴν οὐδὲ οὕ τως ἔχει. τῇ μὲν γὰρ πάντως πίστις ἕπεται (ὁ γὰρ δοξάζων περί τινος πάντως καὶ συγκατατίθεται ὡς οὕτως ἔχοντι· ἡ γὰρ περί τινος δόξα συγκατάθεσις ἐκείνῳ ὡς οὕτως ἔχοντι· ἡ δὲ συγκατάθεσις μετὰ πίστεως, λογικὴ γὰρ συγκατάθεσις ἡ δόξα καὶ μετὰ κρίσεως), οὐ πᾶσα δὲ φαντασία μετὰ πίστεως. τῶν γοῦν ἀλόγων ζῴων φαντασίαν μὲν ἔχει πολλά, πίστιν δὲ οὐδέν. εἰ δὲ μὴ πίστιν, οὐδὲ τὴν μετὰ κρίσεως συγκατάθεσιν. ἔτι πᾶσα μὲν δόξα ἐν συνθέσει (ἢ γὰρ καταφατικὴ ἢ ἀποφατική), οὐ πᾶσα δὲ φαντασία τοιαύτη. διὸ οὐδὲ τὸ ἀληθές τε καὶ ψεῦδος ἐν ἀμφοτέραις ὁμοίως, ὥσπερ οὐδὲ τὸ ἐν αἰσθήσει τε καὶ δόξῃ. εἰ δὲ μηδὲν τούτων ἐστὶν ἡ φαντασία τῷ μήτε τὰ τῇ αἰσθήσει ἑπόμενα μήτε τὰ τῇ δόξῃ μήτε τὰ τῇ ἐπιστήμῃ μήτε τὰ τῷ νῷ ἕπεσθαι αὐτῇ, δῆλον ὡς οὐδὲ ἐκ συνθέσεως εἴη ἂν αἰσθήσεώς τε καὶ δόξης, ὡς δοκεῖ τισιν. ἦν γὰρ ἂν τὰ ἑκατέρῳ τούτων ἑπόμενα καὶ τῇ φαντασίᾳ τῷ τὸ συγκείμενον ἔκ τινων σωζομένων ἐν αὐτῷ τῶν ἐξ ὧν σύγκειται οὕτως εἶναι ἐξ αὐτῶν. οὐ γὰρ ταὐτὸν ἡ σύνθεσις τῇ κράσει. τὸ μὲν γὰρ κεκραμένον ἔκ τινων ἐστὶ μὲν ἐξ ἐκείνων, οὐ μὴν ἐκεῖνα, τὸ δὲ συγκείμενον ἐκεῖνά ἐστι μετά τινος θέσεως τε καὶ τάξεως. τί τοίνυν ἐστὶν ἡ φαντασία, ὧδε ἂν γνωρίσαιμεν· δεῖ νοεῖν γίνεσθαι ἐν ἡμῖν ἀπὸ τῶν ἐνεργειῶν τῶν περὶ τὰ αἰσθητὰ οἶον τύπον τινὰ καὶ ἀναζωγράφημα ἐν τῷ πρώτῳ αἰσθητηρίῳ (τοῦτο δ’ ἐστὶ τὸ σῶμα, ἐν ᾧ ἡ αἰσθητικὴ τῆς ψυχῆς δύναμίς ἐστι), ἐγκατάλειμμά τι ὂν τῆς ὑπὸ τοῦ αἰσθητοῦ γινομένης κινήσεως, ὃ καὶ μηκέτι τοῦ αἰσθητοῦ παρόντος ὑπομένει τε καὶ σώζεται, ὃν ὥσπερ εἰκών τις αὐτοῦ, ὃ καὶ τῆς μνήμης ἡμῖν σωζόμενον αἴτιον γίνεται. τὸ τοιοῦτον ἐγκατάλειμμα καὶ τὸν τοιοῦτον ὥσπερ τύπον φαντασίαν καλοῦσιν. διὸ καὶ ὁρίζονται τὴν φαντασίαν τύπωσιν ἐν ψυχῇ καὶ τύπωσιν ἐν ἡγεμονικῷ. μήποτε δὲ οὐχ ὁ τύπος αὐτὸς ἡ φαντασία, ἀλλὰ ἡ περὶ τὸν τύπον τοῦτον τῆς φανταστικῆς δυνάμεως ἐνέργεια. εἰ γὰρ ἦν αὐτὸς ὁ τύπος ἡ φαντασία, ἦμεν ἂν ἐν φαντασίᾳ καὶ μὴ ἐνεργοῦντες περὶ αὐτόν, ἔχοντες δὲ αὐτόν, καὶ ἅμα ἂν ἐν πλείοσιν ἦμεν φαντασίαις καὶ τοσαύταις ὅσων τὸν τύπον σώζομεν. ἔτι ἤτοι τὴν γινομένην τύπωσιν φαντασίαν λέγουσιν ἢ τὴν γεγονυῖαν ἤδη καὶ οὖσαν. ἀλλ’ εἰ μὲν τὴν γινομένην, τὴν αἴσθησιν ἂν λέγοιεν τὴν κατ’ ἐνέργειαν φαντασίαν. αὕτη γὰρ ἡ γένεσις τοῦ τύπου, ἀλλὰ γίνονται φαντασίαι καὶ χωρὶς τῆς κατὰ τὰς αἰσθήσεις ἐνεργείας. εἰ δὲ τὴν γεγονυῖαν καὶ σωζομένην, τὴν μνήμην ἂν λέγοιεν φαντασίαν. ἀλλὰ εἴη ἂν ὡς ἐπὶ τῆς αἰσθήσεως. ὡς γὰρ ἐπ’ ἐκείνης ἐστὶ μέν τι αἰσθητόν, ἐστὶ δέ τις καὶ δύναμις αἰσθητική, ἐστὶ καὶ ἐνέργεια τῆς δυνάμεως περὶ τὸ αἰσθητόν, ἣν αἴσθησιν καλοῦμεν (ὁμοίως δὲ καὶ ἐπὶ τῆς νοήσεως· νοητὸν μὲν τὸ πρᾶγμα, νοῦς δὲ ἡ δύναμις, νόησις δὲ ἡ τοῦ νοῦ περὶ τὸ νοητὸν ἐνέργεια), οὕτως δὲ ὑποληπτέον ἔχειν καὶ ἐπὶ τῆς φαντασίας τὸ μέν τι εἶναι φανταστόν (τοῦτο δ’ ἂν εἴη τὸ ἀπὸ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως γινόμενον ἐγκατάλειμμα, ἀνάλογον ὂν τῷ αἰσθητῷ τε καὶ νοητῷ), τὸ δὲ φανταστικόν, ἀνάλογον ὂν καὶ αὐτὸ τῷ αἰσθητικῷ τε καὶ τῷ νῷ, τὸ δὲ φαντασίαν, οὖσαν καὶ αὐτὴν ἀνάλογον τῇ αἰσθήσει καὶ τῇ νοήσει, ἐνέργειαν οὖσαν τῆς φανταστικῆς δυνάμεως περὶ τὰ φανταστά. ὑπόκειται γὰρ τῇ φανταστικῇ δυνάμει τὰ ἀπὸ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως γινόμενα ἐγκαταλείμματα ὡς ὄντα τινὰ αἰσθητὰ ἐντός, ὡς τῇ αἰσθητικῇ τὰ αἰσθητὰ ὄντα ἐκτός. καλεῖται δὲ τὰ τοιαῦτα ἐγκαταλείμματα κατ’ ἐνέργειαν αἴσθησις, ὅτι τῆς ἐνεργείας τῆς αἰσθητικῆς ταῦτ’ ἐστιν ἔργα. καὶ τὸ κατ’ ἐνέργειαν αἰσθέσθαι ἐστὶ τὸν τύπον τοῦτον σχεῖν ἐν αὐτῷ ἀπὸ τῶν αἰσθητῶν ἐκτὸς ὄντων· ἡ δὲ φανταστικὴ δύναμίς ἐστιν ἡ αὐτὴ μὲν κατὰ τὸ ὑποκείμενον τῇ αἰσθητικῇ, τῷ λόγῳ μέντοι διαφέρουσα. αἰσθητικὴ μὲν γάρ ἐστι, καθόσον τῶν αἰσθητῶν κεχωρισμένων τε τοῦ ἔχοντος αὐτὴν καὶ παρόντων ἐστὶν ἀντιληπτικὴ μόνων, φανταστικὴ δέ, καθόσον ὡς ἐκείνη περὶ τὰ αἰσθητὰ ἐκτὸς ὄντα ἐνεργεῖ, οὕτως αὕτη περὶ τὰ φανταστὰ ὄντα ἐν τῷ ἔχοντι αὐτὴν σώματι ὥσπερ αἰσθητὰ αὐτῇ, εἰ καὶ μὴ παρείη ἔτι τὰ αἰσθητά. ὅταν μὲν γὰρ παρόντων τῶν αἰσθητῶν ἡ ἐνέργεια αὐτῇ γίνηται, αἴσθησις γίνεται. ἡ γὰρ περὶ τὴν διὰ τοῦ αἰσθητηρίου κίνησιν παρόντος τοῦ αἰσθητοῦ ἐν τῷ αἰσθητικῷ γινομένη ἐνέργεια τῆς αἰσθητικῆς ψυχῆς αἴσθησίς ἐστι. διὸ καὶ ταὐτὸν εἶναι δοκεῖ ἥ τε αἴσθησις καὶ ἡ φαντασία. ὅταν δὲ μηκέτι τοῦ αἰσθητοῦ παρόντος ἡ ἐνέργεια τῇ αἰσθητικῇ ψυχῇ περὶ τὸ γενόμενον ἀπὸ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως ἐγκατάλειμμα γίνηται ὡς αἰσθητόν τι, φαντασία τότε. ἡ γὰρ περὶ τὸ αὐτὸ τοῦτο ἐνέργεια, ὅταν μὴ ἀπλῶς ὡς περὶ τοιοῦτον γίνηται, ἀλλὰ καὶ ὡς ἀπ’ ἄλλου τινὸς ἐγγενόμενον, τὸ μὲν μνήμη, τὸ δὲ ἀνάμνησίς ἐστιν. ὧν περὶ τῆς διαφορᾶς ἐν ἄλλοις εἴρηται, νῦν δὲ περὶ τῆς φαντασίας λέγωμεν. ἐπεὶ γὰρ ἐνδέχεταί τι ὑπ’ ἄλλου κεκινημένον αὐτὸ πάλιν ἄλλο κινῆσαι (ἡ γοῦν βακτηρία κινεῖ τὸν λίθον ὑπ’ ἄλλου κεκινημένη), καὶ τὸ πρῶτον αἰσθητήριον κινηθὲν ὑπὸ τῶν αἰσθητῶν διὰ τῆς περὶ αὐτὰ ἐνεργείας αὐτὸ πάλιν διὰ τῆς ὑπ’ ἐκείνων γενομένης ἐν αὐτῷ κινήσεως κινεῖ τὴν φανταστικὴν ψυχὴν ὡς τὰ αἰσθητὰ τὴν αἰσθητικήν, παραπλησίως δὲ τούτοις καὶ τὰ κατὰ ἀναζωγράφησιν ἐν ἡμῖν γινόμενα καὶ τὰ ἀπὸ μὴ παρόντων κινεῖ. καὶ γὰρ ταῦτα γίνεται τῷ γεγονέναι τινὰ αὐτῶν αἴσθησιν. ὥστε καὶ ταῦτα ὡς ἀπὸ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως γινόμενα κινεῖ. διὸ καὶ εἴη ἂν τῆς φαντασίας λόγος κίνησις ὑπὸ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως. τὸ γὰρ λέγειν τύπωσιν ἐν ἡγεμονικῷ, ἐν τῷ ἐγκαταλείμματι, οὐκ ἐν τῇ περὶ αὐτὸ ἐνεργείᾳ τὴν φαντασίαν τιθεμένων ἐστίν. ἡ μὲν οὖν περὶ τὸ ἐγκατάλειμμα τὸ ἀπὸ τοῦ καθ’ αὐτὸ αἰσθητοῦ σωζόμενον γινομένη ἐνέργειά τε καὶ φαντασία ὁμοίως τὸ ἀληθές τε καὶ τὸ ψεῦδος ἕξει τῇ αἰσθήσει ἐφ’ γίνεται. διὸ αἱ πλεῖσται τῶν τοιούτων καὶ περὶ τὰ τοιαῦτα φαντασιῶν ἀληθεῖς, αἱ δὲ περὶ τὰ ἐγκαταλείμματα ἀπὸ τῶν κοινῶν τε αἰσθητῶν καὶ κατὰ συμβεβηκὸς πολὺ τὸ ψεῦδος ἔχουσιν τῷ καὶ τὰς αἰσθήσεις διαψεύδεσθαι περὶ τὰ τοιαῦτα, ἐφ’ αἷς αἱ γινόμεναι φαντασίαι εἰκότως καὶ αὐταὶ τὸ ψεῦδος ἔχουσι πολύ. αἱ δὲ γινόμεναι μὲν ἀπὸ τῶν ἐγκαταλειμμάτων, μὴ πάντῃ δὲ σωζομένων, ἀλλὰ τῆς φαντασίας προσανατυπούσης αὐτά, πολὺ τὸ ψεῦδος ἔχουσιν. καὶ γὰρ ἐν τοῖς καθ’ αὐτὰ αἰσθητοῖς γίνονται ψευδεῖς αἱ γινόμεναι τοῦτον τὸν τρόπον τῷ τὴν φανταστικὴν δύναμιν κινεῖσθαι ὑπὸ τῶν ἐγκαταλειμμάτων καὶ ὡς ἀπὸ παρόντων τῶν οὐ παρόντων καὶ οὐχ ὡς ἀπὸ τοιούτων ὁποῖά ἐστιν, ὄαι εἰσιν αἴ τε τῶν κοιμωμένων καὶ ὅσαι γίνονται, ὡς εἶπον, κατὰ ἀναζωγράφησίν τινα ἐν αὐτοῖς. τοιαῦται καὶ αἱ τῶν παρακοπτόντων. ἀρχὴ μὲν γὰρ καὶ ταύταις ἀπό τινος ἐγκαταλείμματος ἀπὸ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως γενομένου· τῆς δὲ περὶ τὴν ἐνέργειαν τὴν περὶ αὐτὸ γινομένης διαμαρτίας αἰτία ἢ παρὰ τὸ σχῆμα ἢ παρὰ τὸ μέγεθος ἢ παρὰ τὸ χρῶμα ἤ τινα ἄλλην ποιότητα, ἢ τὴν κίνησιν ἢ τὸν τόπον, ἢ τὸ πλῆθος, ἢ τὴν σύνθεσιν. ἀληθὴς μὲν οὖν φαντασία ἡ περὶ τοιοῦτον ἐγκατάλειμμα ἐνεργοῦσα, ὃ ἀπὸ ὄντος τε γέγονεν καὶ ὁποῖον ἐκεῖνο καὶ ὡς ἔχει γινομένη περὶ αὐτό, ψευδὴς δὲ ἥ τε περὶ τὰ ἀπὸ μὴ ὄντος, ὁποῖαι κατὰ τοὺς ὕπνους αἱ γινόμεναι ὡς ἀπὸ παρόντων τῶν αἰσθητῶν τῶν οὐ παρόντων, ἀλλὰ καὶ αἱ ἀπὸ παρόντων μέν, μὴ οἶα δέ ἐστι. ψευδὴς γὰρ φαντασία, οὐ συμφωνεῖ τὸ φαινόμενον, ὡς καὶ δόξα, ᾗ ἀντιμαρτυρεῖ τὸ οὗ ἡ δόξα. καὶ ἔστιν ἢ τε ἀληθὴς καὶ ἡ ψευδὴς φαντασία κατὰ τὴν πρὸς τὸ οὖ εἰσι σχέσιν. τῶν δὲ φαντασιῶν αἱ μέν εἰσιν ἀμυδραί, αἱ δὲ σφοδραί, ὥσπερ ἔχει καὶ ἐπὶ τῶν αἰσθήσεων. ἀμυδραὶ μὲν αἱ ἐπιπόλαιοι καὶ μηδὲν ἔχουσαι καταληπτικόν, μηδὲ τρανῶς τὰς διαφορὰς τοῦ φανταστοῦ μηνύουσαι, σφοδραὶ δὲ αἱ ἐναντίως ἔχουσαι. γίνονται δὲ τοιαῦται ὁμοίως καὶ ἀληθεῖς καὶ ψευδεῖς, οὔτε γὰρ τῆς ἀληθοῦς ἴδιον τὸ σφοδρόν, οὔτε τῆς ψευδοῦς τὸ ἀμυδρόν, ἀλλὰ ἐναλλάττουσιν αὐτῶν αἱ διαφοραί. τὰς δὴ ἀληθεῖς τῶν φαντασιῶν καὶ σφοδρὰς εἰώθαμεν λέγειν καὶ καταληπτικάς τῷ κατάληψιν εἶναι τὴν ταῖς τοιαύταις φαντασίαις συγκατάθεσιν, ἀκατάληπτον δὲ φαντασίαν καλοῦμεν τήν τε ψευδῆ καὶ τῶν ἀληθῶν τὰς ἀμυδράς. ἐναργὴς δὲ φαντασία λέγεται ποτὲ μὲν τε ἀληθὴς καὶ σφοδρά (τουτέστιν ἡ καταληπτική), ποτὲ δὲ ἡ σφοδρὰ μόνον ἡ τῇ ἀμυδρῷ ἀντιτιθεμένη. ἕπεται δὲ τῇ σφοδρᾷ φαντασίᾳ συγκατάθεσις, εἰ μὴ εἴη δι’ ἄλλων τινῶν πεφωραμένη ψευδὴς οὖσα, ὡς ἐπὶ τῆς φαντασίας τῆς τοῦ μὴ κινεῖσθαι τοὺς ἀστέρας πάσχομεν, καὶ ἐπὶ τῶν γραφῶν κατὰ τὰς εἰσοχάς τε καὶ ἐξοχάς, καὶ ἐπὶ τῶν ἐμφαινομένων τοῖς κατόπτροις. οὐ γὰρ διότι μή εἰσι σφοδραὶ ἀπιστοῦμεν αὐταῖς, ἀλλ’ ὅτι διαβέβληται δι’ ἄλλων· καὶ γὰρ ἀληθέσι τισὶ καὶ σφοδραῖς πολλάκις ἀπιστοῦμεν, ἂν ὥμεν προδιαβεβλημένοι. τῇ δὲ τῆς φαντασίας συγκαταθέσει ἕπεται ἐνέργεια πρακτική. διὸ τά τε ἄλογα ζῷα κατὰ τὰς φαντασίας, ἃ ποιεῖ, ποιεῖ καὶ ταῖς ἐπὶ ταύταις συγκαταθέσεσιν τῷ μὴ ἔχειν λόγον. καὶ οἱ ἄνθρωποι δὲ ταῖς φαντασίαις ἕπονται πολλάκις διὰ τὸ ἐπικεκαλύφθαι τὸν νοῦν αὐτῶν ἢ ὑπὸ πάθους τινὸς ἢ ὑπὸ νόσου ἢ ὑπὸ ὕπνου· ἔχει γὰρ τὸ ζῷον παρὰ τῆς φύσεως τὴν ψυχὴν τὴν φανταστικήν, ὥσπερ οὖν καὶ τὴν αἰσθητικήν, ὑποβάθραν καὶ ἀρχὴν πρὸς τὴν ἐπίκρίσιν τε καὶ γνῶσιν τῶν πραγμάτων καὶ τῶν μὲν αἳρεσιν, τῶν δὲ φυγήν. ὡς γὰρ ἡ δόξα ἄλλου τινὸς χάριν ἐστίν (τοῦ γὰρ ὧδε ἢ ὧδε δοξάσαντος ἢ συνθέσθαι τῷ δοξαζομένῳ ἢ ἀποστραφῆναι αὐτό), οὕτως δὲ καὶ ἡ αἴκαλύφθαι τε καὶ ἡ ἐπ᾿ αὐτῇ φαντασία. κρίσεως γὰρ καὶ αἱρέσεως ἢ φυγῆς αὐτῶν ταῦτα ἀρχαί. χρὴ δὲ τοῦ τύπου κοινότερον ἐπὶ τῆς φαντασίας ἀκούειν. κυρίως μὲν γὰρ τύπος τὸ κατ᾿ εἰσοχήν τε καὶ ἐξοχήν, ἢ τὸ τοῦ τυποῦντος ἐν τῷ τυπουμένῳ σχῆμα γινόμενον, ὡς ὁρῶμεν τὰ ἐπὶ τῶν σφραγίδων ἔχοντα. οὐχ οὕτως δὲ τὰ ἀπὸ τῶν αἰσθητῶν ἐγκαταλείμματα ἐν ἡμῖν γίνεται. οὐδὲ γὰρ τὴν ἀρχὴν κατὰ σχῆμά τι ἡ τῶν αἰσθητῶν ἀντίληψις. ποῖον γὰρ σχῆμα τὸ λευκὸν ἢ ὅλως τὸ χρῶμα; ἢ ποῖον σχῆμα ἡ ὀσμή; ἀλλὰ δι᾿ ἀπορίαν κυρίου τινὸς ὀνόματος τὸ ἴχνος καὶ ἐγκατάλειμμα τὸ ὑπομένον ἀπὸ τῶν αἰσθητῶν ἐν ἡμῖν τύπον καλοῦμεν μεταφέροντες τοὔνομα. ἕπεται μὲν οὖν τῇ φαντασίᾳ συγκατάθεσις, οὐ μὴν πάσῃ, ὥσπερ οὖν καὶ τῇ συγκαταθέσει ὁρμή, οὐδὲ ταύτῃ δὲ πάσῃ. ἀλλ᾿ οὐδὲ τῇ ὁρμῇ ἐξ ἀνάγκης πρᾶξις. καὶ ἔστιν ἐφεξῆς ταῦτα ἐν τῷ ζῴῳ τὴν τάξιν ἔχοντα· αἴσθησις φαντασία συγκατάθεσις ὁρμή πρᾶξις. ἀλλ᾿ οὔτε πάσῃ αἰσθήσει δοκεῖ φαντασία ἕπεσθαι, εἰ δοθείη τὸ μὴ πάντα τὰ ζῷα φαντασίας μετέχειν, οὔτε πάσῃ φαντασίᾳ συγκατάθεσις (οὐ γὰρ τῷ τὸν ἤλιον ποδιαῖον εἶναι συγκατατιθέμεθα καίτοι ταύτην φαντασίαν περὶ αὐτοῦ λαμβάνοντες· ὁμοίως οὐδ᾿ ἄλλῳ τινὶ τῶν ἀδήλων), οὔτε πάσῃ συγκαταθέσει ὁρμή· οὐ γὰρ ὁ συγκαταθέμενός τινι ὡς λευκῷ ἤδη καὶ ὁρμᾷ ἐπ᾿ αὐτό, ἀλλ᾿ οὐδ᾿ ἐπὶ ταῖς τῶν μαθηματικῶν συγκαταθέσεσιν. ἡ γὰρ συγκατάθεσις τῷ τὴν διάμετρον ἀσύμμετρον εἶναι τῇ πλευρᾷ οὐκ ἔστιν ὁρμῆς κινητική. ἢ αἱ μὲν τοιαῦται συγκαταθέσεις οὐκ ἐπὶ φαντασίαις· οὐ γὰρ καὶ αἱ ἐπιστῆμαι φαντασίαι, ἀλλὰ τῷ Σωκράτη εἶναι τὸν προσιόντα συγκαταθέμενοι οὐ δήπου καὶ ὁρμῶμεν ἐπί τι πάντως. ἡ γὰρ ἐπί τισι συγκατάθεσις οὐ παροῦσιν ὡς αἱρετοῖς ὁρμή, τὸ δ’ αὐτὸ καὶ ὄρεξις. ἔστι δὲ ἐφ’ ὧν καὶ ὁρμήσαντες οὐκ ἐπράξαμεν, μηκέτι τῆς βουλήσεως συνδραμούσης. τὸ δὲ ὄνομα τῇ φαντασίᾳ ἀπὸ τῆς αἰσθήσεως, ἀφ’ ἧς καὶ τὸ εἶναι. ἐπεὶ γὰρ κυριωτάτη τῶν αἰσθήσεων ἡ ὄψις εἶναι δοκεῖ, ταύτης δὲ ἡ ἐνέργεια διὰ φωτός (ἄνευ γὰρ φωτὸς ἀδύνατον τὴν κατ’ ἐνέργειαν ὄψιν γενέσθαι), ἀπὸ τοῦ τῇ κυριωτάτῃ τῶν αἰσθήσεων αἰτίου τῆς ἐνεργείας, ὅπερ ἐστὶ τὸ φῶς, ἀπὸ τούτου τῇ φαντασίᾳ τοὔνομα. ἔστι δὲ ἡ συγκατάθεσις ἡ μὲν ἐπὶ τοῖς ἁπίοις καὶ ἐν τῷ εἶναί τι ἢ μὴ εἶναι γινομένη οὐκ ἐφ’ ἡμῖν (ἕπεται γὰρ τῇ τε αἰσθήσει καὶ τῇ φαντασίᾳ ἡ τοιάδε συγκατάθεσις), ἡ δὲ ἐπὶ τοῖς πρακτέοις ἢ μὴ πρακτέοις γινομένη, ὧν συγκαταθέσεων ὁ λόγος αἴτιος, ἐφ’ ἡμῖν. τὸ γὰρ διὰ τοῦ βουλεύσασθαι προκρῖναί τι καὶ τούτῳ συγκαταθέσθαι ἐφ’ ἡμῖν. ἥτις συγκατάθεσις οὐκέτ’ ἂν ἐπὶ φαντασίᾳ γίνεσθαι λέγοιτο.