Ancient Greek · ~46 min
ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ΠΕΡΙ ΨΥΧΗΣ.
Alexander of Aphrodisias, De anima 23.1
Not analysed yet
Τίς μὲν οὖν ἐστιν ἑκάστη τῶν πέντε αἰσθήσεων, καὶ τίνος ἑκάστη, καὶ πῶς ἡ καθ’ ἑκάστην αὐτῶν τοῦ οἰκείου αἰσθητοῦ ἀντίληψίς τε καὶ κρίσις γίνεται, εἴρηται τύπῳ· καθόλου δὲ συλλαβόντι περὶ αἰσθήσεως ἀληθές ἐστιν εἰπεῖν τὸ εἶναι αὐτὴν δύναμιν ψυχῆς δι’ αἰσθητηρίων τινῶν δεκτικήν τε καὶ κριτικὴν τῶν αἰσθητῶν εἰδῶν χωρὶς τῆς ὑποκειμένης αὐτοῖς ὕλης. τὸ δὲ πρῶτον αἰσθητήριον, ἐν ᾧ ἡ τοιαύτη δύναμις τῆς ψυχῆς, σῶμα μέν ἐστιν, οὐ μὴν καθὸ σῶμα αἰσθητικόν, ἀλλὰ κατὰ τὴν δύναμιν ἣν ἔχει. ἡ γὰρ αἴσθησις οὐ τὸ μέγεθος, ἀλλὰ ὁ λόγος καὶ τὸ εἶδος τοῦ μεγέθους τοῦ τοιούτου. αἱ δὲ τῶν αἰσθητῶν ὑπερβολαὶ φθείρουσι τὰς αἰσθήσεις· διὸ φθείρουσι τὴν συμμετρίαν τοῦ σώματος, οὖ αἱ αἰσθητικαὶ δυνάμεις εἴδη. φθειρομένης δὲ τῆς ἐν ἐκείνῳ συμμετρίας, φθείρεται καὶ τὸ εἶδος τὸ ἐπ’ αὐτῇ. φθείρεται δὲ καὶ ἡ συμμετρία αὐτῶν ὑπὸ τῆς σφοδροτέρας κινήσεως, ὥσπερ καὶ ἡ τῶν χορδῶν ἁρμονία ὑπὸ τῆς βιαιοτέρας πληγῆς τε καὶ κινήσεως. ἑκάστη μὲν οὖν αἴσθησις τοῦ ὑποκειμένου αὐτῇ αἰσθητοῦ ἐστιν αἴσθησις, οὖσα ἐν τῷ αἰσθητηρίῳ οὐχ σῶμα ἐκεῖνο, ἀλλ’ ἔχει τὴν τοιάνδε δύναμιν, ὡς εἶπον, καὶ κρίνει τὰς τοῦ ὑποκειμένου αὐτῇ αἰσθητοῦ διαφοράς. οὐ γὰρ ἄλλη τις κριτικὴ τῶν ἐν χρώμασι διαφορῶν παρὰ τὴν ὄψιν, οὐδὲ ἄλλη τῶν ἐν ψόφοις παρὰ τὴν ἀκοήν, ὁ δ’ αὐτὸς καὶ ἐπὶ τῶν ἄλλων λόγος. ἐπεὶ δὲ καὶ τὰ ταῖς διαφερούσαις αἰσθήσεσιν αἰσθητὰ κρίνομεν πρὸς ἄλληλα καὶ τῶν διαφορῶν αὐτῶν αἰσθα. νόμεθα (τίνι γὰρ γλυκὺ λευκοῦ διαφέρει, αἰσθήσεως κρῖναι, αἰσθητὰ γὰρ ἄμφω), ἐπιζητήσαι τις ἄν, τί ποτέ ἐστι τὸ τὰς τούτων κρῖνον διαφοράς. οὔτε γὰρ κεχωρισμένα ἔσται τὰ κρίνοντα τὰς τῶν ταῖς διαφερούσαις αἰσθήσεσιν αἰσθητῶν διαφοράς (ἀμφότερα γὰρ ἑνί τινι εἶναι δεῖ δῆλα· οὕτως γὰρ εἴσεταί τις ὅτι ἕτερον τὸ γλυκὺ τοῦ λευκοῦ, ὅμοιον γὰρ τὸ λέγειν κεχωρισμένα καὶ διαφέροντα εἶναι τὰ αἰσθανόμενα αὐτῶν ἑκάστου καὶ τὰς οἰκείας ἑκάστου αὐτῶν γνωρίζοντα διαφορὰς τῷ λέγειν· εἰ δύο ὄντων τῶν αἰσθητῶν τοῦ μὲν σὺ αἴσθοιο, τοῦ δὲ ἐγώ, γνωρίζειν ἑκάτερον ἡμῶν τὴν διαφορὰν οὖ αὐτὸς ᾔσθετο πρὸς τὴν τοῦ οὖ οὐκ αὐ τός, ἀλλ’ ἕτερος ᾔσθετο· δεῖ γὰρ ἕν τι εἶναι τὸ λέγον τόδε τοῦδε ἕτερον εἶναι. καὶ γὰρ τὴν τῶν αἰσθητῶν πρὸς τὰ νοητὰ διαφορὰν τὸ κρῖνον ἕν· ὁ γὰρ νοῦς· πάντα γὰρ οὖτος νοεῖ καὶ κρίνει, ἐν τίνι ἑκάστῳ τῶν ὄντων τὸ εἶναι. ὡς μὲν γὰρ αἰσθητῶν τῶν αἰσθητῶν τὰς διαφορὰς αἰσθήσεως κρῖναι, τὴν δὲ κατὰ τὴν οὐσίαν αὐτῶν διαφορὰν πρὸς ἄλληλά τε καὶ τὰ τῇ αὑτῶν φύσει νοητὰ ὁ νοῶν αὐτὰ νοῦς κρίνει), οὔτε οὖν ὑπὸ κεχωρισμένων καὶ διαφερουσῶν αἰσθήσεων οἷόν τε τὰς τῶν ἀνομοειδῶν αἰσθητῶν κρίνεσθαι διαφοράς. ἀλλ’ οὐδὲ ἐν διαφέροντι χρόνῳ οἶόν τε τὰς διαφορὰς αὐτῶν γνωρίζεσθαι, ὡς νῦν μὲν γνωρίζειν ὅτι ἕτερον τὸ γλυκὺ τοῦ λευκοῦ, αἰσθανόμενον νῦν τοῦ γλυκέος, μετὰ ταῦτα δὲ ὅτι τὸ λευκὸν τοῦ γλυκέος, πάλιν αἰσθανόμενον τότε τοῦ λευκοῦ, ὡς εἶναι τὸ αὐτὸ μὲν τῶν διαφερόντων αἰσθητῶν ἀντιληπτικόν, τοῦ τε γλυκέος καὶ τοῦ λευκοῦ, οὐχ ἅμα δέ, ἀλλ’ ἐν μέρει. ὡς γὰρ ἕν τι δεῖ εἶναι τὸ λέγον ἕτερα εἶναι τὸ γλυκὺ καὶ λευκόν, οὕτως καὶ ὅτε τὸ ἕτερον τοῦ ἑτέρου διαφέρειν λέγοι, τότε καὶ τὸ ἕτερον τοῦ ἑτέρου, καὶ οὐ λέγειν μόνον ὅτι διαφέρει ταῦτα ἀλλήλων, ἀλλὰ καὶ ὅτι νῦν διαφέρει· νῦν γὰρ λέγει, ὅτι νῦν διαφέρει. τὸ γὰρ λέγειν ἐστὶν αὐτῷ τὸ αἰσθάνεσθαι. ἀλλ’ εἰ τοῦτο, καὶ ἅμα αὐτῶν αἰσθήσεται καὶ ἐν τῷ αὐτῷ χρόνῳ. ἀλλὰ μὴν ἀδύνατον δοκεῖ τὸ αὐτό τι ὃν κατ’ ἀριθμὸν ἐν τῷ αὐτῷ καὶ ἀδιαιρέτῳ χρόνῳ πλείους τε καὶ διαφερούσας, ἔτι τε ἐναντίας κινήσεις κινεῖσθαι καὶ ἅμα πλείοσιν ὁμοιοῦσθαι. τοῦτο δ’ ἂν γίνοιτο, εἰ οὕτως μὲν ἡ αἴσθησις ὡς προείρηται γίνεται, αἱ δ’ ἀπὸ τῶν ἐναντίων αἰσθητῶν γινόμεναι κινήσεις ἐναντίαι· γίνεται τε οὕτως οὐ μόνον ἄπορον τὸ τῶν διαφερόντων κατ’ εἶδος αἰσθητῶν μίαν εἶναι κριτικὴν αἴσθησιν, ἀλλὰ καὶ πολὺ πρότερον ἐπὶ τῶν μιᾷ αἰσθήσει ὑποκειμένων, οἶον ἐν χρώμασιν, ὧν ἡ ὄψις ἀντιληπτική, πῶς ἡ ὄψις δυνήσεται τὰς τοῦ λευκοῦ τε καὶ μέλανος γνωρίζειν διαφοράς, εἴ γε δεῖ μὲν αὐτὴν ἅμα αὐτῶν ποιεῖσθαι τὴν ἀντίληψιν, ἡ δὲ ἀντίληψις διὰ τῆς πρὸς τὰ αἰσθητὰ ὁμοιώσεως, ἀδύνατον δὲ ἅμα τὸ αὐτὸ τοῖς ἐναντίοις ὁμοιοῦσθαι; ἢ εἰ μὲν οὕτως κινοῖτο, ὡς πάσχειν τε καὶ δέχεσθαι τὸ λευκὸν καὶ τὸ μέλαν, ἅμα ἂν ἀναλαμβάνοι τὰ ἐναντία, ὅ ἐστιν ἀδύνατον, εἰ δ’ ἄλλος ὁ τρόπος τῆς ὑπὸ τῶν αἰσθητῶν κινήσεως τῇ αἰσθήσει καὶ οὐχ ὡς ὕλη τῶν αἰσθητῶν τὰ πάθη δέχεται τὰ αἰσθητήρια, οὐκέτ’. ἂν ὁμοίως ἄπορον εἴη. ὅτι γὰρ οὐχ ὡς ὕλη δέχεται τὰ πάθη ἡ ὄψις ἐναργές. ὁρῶμεν γὰρ ὅτι οὐ γίνεται ἡ ὄψις μέλαινα καὶ λευκή, ὅταν ἐκείνων αἰσθάνηται. ἀλλ’ οὐδὲ ὁ πεφωτισμένος ἀήρ, καίτοι διακονούμενος τῇ ὄψει πρὸς τὴν ἀντίληψιν τῶν χρωμάτων διὰ τοῦ αὐτὸς ὑπ’ αὐτῶν πρῶτος κινεῖσθαι καὶ μέλας αὐτὸς ἢ λευκὸς γίνεσθαι τοῦτο ποιεῖ. οὐδὲν γοῦν κωλύει διὰ τοῦ αὐτοῦ τὸν μὲν μέλανος ἀντιλαμβάνεσθαι τὸν δὲ λευκοῦ, ὅταν κειμένων τοῦ τε λευκοῦ καὶ τοῦ μέλανος ἐπ’ εὐθείας τῶν ὁρώντων αὐτὰ μὴ τὸ κατ’ αὐτὸν ἑκάτερος αὐτῶν κείμενον χρῶμα βλέπῃ, ἀλλὰ τὸ κατὰ τὸν ἕτερον. ἀλλ’ οὐδ’ εἰ μέλας καὶ λευκὸς ἀλλήλους ὁρῷεν, κεκώλυται ὁ μεταξὺ ἀὴρ ἀμφοτέροις αὐτοῖς ἅμα διακονεῖσθαι τῷ μὴ παθητικῶς μηδὲ ὡς ὕλη γινόμενος αὐτῶν ὑπ’ αὐτῶν κινεῖσθαι. οὐδὲ τὰ ἐν τοῖς κατόπτροις δὲ ἢ ἐν τοῖς ὕδασιν ἐμφαινόμενα χρώματα τοιαῦτα αὐτὰ ποιεῖ ὁποῖά ἐστιν αὐτά. συμπαύεται γοῦν ἑκάστου τούτων ἡ ἀπὸ τοῦ αἰσθητοῦ κίνησις ἐν αὐτοῖς γινομένη, ὅταν μηκέτι ᾖ παρὸν τὸ αἰσθητόν. εἰ δὴ καὶ ἐπὶ τῶν αἰσθητηρίων οὕτως γίνοιτο τὰ πάθη ἐν τῷ τὴν αἴσθησιν ἔχοντι σώματι, δυνήσεται κατὰ τὴν πάροδον αὐτῶν ἡ δύναμις ἡ αἰσθητικὴ πάντων μὲν τῶν αἰσθητῶν ἀντιλαμβανομένη, οὐ μὴν πάντων διὰ τῶν αὐτῶν ὀργάνων, ἣν καὶ κοινὴν αἴσθησιν καλοῦσιν, κρίνειν τε ἕκαστον αὐτῶν καὶ γνωρίζειν αὐτῶν τὰς πρὸς ἄλληλα διαφορὰς μὴ ἐν διῃρημένῳ χρόνῳ, ἀλλὰ ἐν ἑνί τε καὶ συνεχεῖ. ἔτι δοκεῖ τὸ μετὰ ψυχικῆς δυνάμεως οὕτως κινούμενον σώζειν τι καὶ ἀπελθόντος τοῦ αἰσθητοῦ ἴχνος τῆς ἀπ’ αὐτοῦ κινήσεως διὰ τῆς φαντασίας καίτοι μηκέτι τοῦ αἰσθητοῦ παρόντος. οἱ γοῦν τῶν σφόδρα λευκῶν αἰσθανόμενοι ἔχουσί τινὰ ἐγκαταλείμματα ἐν τῇ ὄψει τῆς ἀπ’ αὐτῶν κινήσεως καί τοι μηκέτ’ ἐκείνων παρόντων· οὐ γὰρ ἡ αὐτὴ κίνησις ἀπὸ τῶν αἰσθητῶν τοῖς τε ἀψύχοις καὶ τοῖς ἐμψύχοις σώμασιν. ἢ δυνήσεται οὕτως ἡ κοινὴ αἴσθησις ἅμα τὰς διαφορὰς γνωρίζειν τῶν διαφόρων αἰσθητῶν, εἰ πῇ μὲν ἂν εἴη τὸ αἰσθητικόν, πῇ δὲ πλείω τε καὶ διαιρούμενον. ὡς γὰρ ἐπὶ κύκλου αἱ ἀπὸ τῆς περιφερείας αὐτοῦ ἐπὶ τὸ κέντρον ἐπιζευγνύμεναι οὖσαι πολλαὶ πᾶσαι κατὰ τὸ πέρας εἰσὶν αἱ αὐταὶ τῷ τά τε πέρατα αὐτῶν ἐφαρμόζειν τῷ τοῦ κύκλου κέντρῳ καὶ ἔστι τὸ πέρας τοῦτο ἕν τε καὶ πολλά, καθόσον μὲν πολλῶν ἐστι καὶ διαφερόντων πέρας, πολλά, καθόσον δὲ πάντα ἀλλήλοις ἐφήρμοσεν, ἕν, οὕτως ἔχειν ὑποληπτέον καὶ τὴν κοινὴν αἴσθησιν τὸ ἕν τε καὶ πολλά. τῷ μὲν γὰρ ἑκάστης τῶν διὰ τῶν αἰσθητηρίων γινομένων κινήσεων ἀπὸ τῶν αἰσθητῶν ἐν τῷ ἐσχάτῳ αἰσθητηρίῳ πέρας εἶναι τὴν αἰσθητικὴν δύναμιν (μέχρι γὰρ ἐκείνου καὶ ἐπ’ ἐκεῖνο ἡ ἀπὸ τῶν αἰσθητῶν διὰ τῶν αἰσθητηρίων διάδοσις) πολλὰ ἔσται, πολλῶν καὶ διαφόρων κινήσεων γινομένη πέρας. τῷ δὲ δύναμις ἀσώματος εἶναι ὁμοίως ἡ αὐτὴ παντός τε οὖσα τοῦ ἐσχάτου αἰσθητηρίου καὶ ἑκάστου μέρους αὐτοῦ, ἀδιαίρετός τε ἔσται καὶ μία. ἓν δὴ καὶ οὐχ ἂν ἡ δύναμις ἡ αἰσθητική. ἡ μὲν οὖν οὐχ ἕν, ἀλλὰ πλείω, ταύτῃ καὶ πλειόνων ἅμα αἰσθήσεται καὶ διαφερόντων τῷ καθ’ ἕκαστον μέρος τοῦ αἰσθητηρίου πάσχοντος αἰσθάνεσθαι τοῦ πάθους διὰ τὸ εἶναι δύναμίς τε καὶ πέρας ἑκάστου, δὲ πάντα τὰ πέρατα ἕν τί ἐστιν καὶ ταὐτόν (ᾧ γὰρ τὸ τῆς ἀφ’ ἑνὸς αἰσθητηρίου γινομένης κινήσεως ἐφαρμόζει πέρατι, τούτῳ καὶ τὰ τῶν ἄλλων ὁμοίως), ταύτῃ δὲ ὡς ἑνὶ τὰς πάντων αὐτῶν κρίνει διαφοράς, ὅταν ἅμα αἱ ἀπ’ αὐτῶν κινήσεις γένωνται, οὕτως τε δυνήσεται ἕν τι ὃν καὶ ἀδιαίρετον ἐν ἀδιαιρέτῳ τε καὶ συνεχεῖ χρόνῳ γνωρίζειν τὰς τῶν ἀνομογενῶν αἰσθητῶν διαφοράς. ὡς δὲ ἐπὶ τῶν ἀνομογενῶν αἰσθητῶν οὕτως ἅμα τὰ διαφέροντα κρίνει τῷ ἅμα αὐτὴν ἔχειν τὰ πάντων εἴδη πέρας οὖσαν τῶν αἰσθητηρίων τῶν τὰ ἀπὸ τῶν αἰσθητῶν πάθη διαγγελλόντων αὐτῇ, οὕτως κρίνει καὶ τὰς τῶν ἐναντίων διαφοράς, ὧν ἡ αἴσθησις γίνεται δι’ ἑνὸς αἰσθητηρίου. καὶ γὰρ ἐπὶ τούτων τὸ αἰσθητήριον ἔσται κατ’ ἄλλο καὶ ἄλλο μέρος αὐτοῦ ἅμα τὰ πάθη τῶν ἐναντίων αἰσθητῶν δεχόμενον, ἐπεὶ μὴ οἷόν τε ἅμα τὰ ἐναντία ἐν τῷ αὐτῷ γενέσθαι πάθη. πάσχοντος δὲ τούτου κατὰ διαφέροντα μόρια ὑπὸ τῶν ἐναντίων αἰσθητῶν καὶ ὡς πάσχει οὕτως διαδιδόντος ἐπὶ τὸ ἔσχατον’αἰσθητήριον τὰ πάθη κἀκείνου παραπλησίως κατὰ μόρια παθόντος, ἡ δύναμις ἡ αὐτὴ καὶ μία οὖσα ἐκ παντός τε τοῦ αἰσθητηρίου καὶ ἑκάστου τῶν μερῶν αὐτοῦ ἅμα αἰσθάνεταί τε καὶ κρίνει τὰ ἐναντία. οὐ γὰρ ὥσπερ ἐπὶ τοῦ πάσχειν ἀδύνατον συνυπάρξαι τῷ αὐτῷ τὰ ἐναντία, οὕτως δὲ ἔχει καὶ ἐπὶ τῆς κρίσεως αὐτῶν. οὐ γὰρ ἐναντία κρίσις ἡ περὶ τῶν ἐναντίων κρίνουσα τὰ ἐναντία, ἦν δὲ ἀδύνατον τὰ ἐναντία ἅμα περὶ τῷ αὐτῷ γενέσθαι. ἐν κρίσει γὰρ ἐναντία οὐ τὸ τὰ ἐναντία ἐναντία λέγειν, ἀλλὰ τὸ τὸ αὐτὸ ἅμα εἶναι τἀναντία. διὸ τοῦτο μὲν ἀδύνατον συνυπάρξαι τῷ κρίνοντι ὡς ἅμα τἀυτὸν εἰπεῖν λευκόν τε καὶ μέλαν, τὸ δὲ τὰ ἐναντία κρῖναι ὅτι ἐναντία οὐκ ἀδύνατον. κρίνει δὴ ἡ δύναμις ἡ αἰσθητικὴ ἄμα τὰ ἐναντία ὅτι ἐναντία, τοῦ ἐσχάτου αἰσθητηρίου οὗ δύναμίς ἐστιν αὐτὴ κατὰ διαφέροντα μό| ρια πάσχοντός τε καὶ τὰ εἴδη τῶν ἐναντίων αἰσθητῶν διαγγέλλοντος αὐτῇ. ἡ γὰρ αὐτὴ δύναμις ἂν μὲν κατὰ ἕν τι αἰσθητὸν καὶ ἀφ’ ἑνὸς τὸ αἰσθητήριον πάθῃ, τοῦτο κρίνει, ἂν δὲ κατὰ πλείω, ταῦτα. ὧν γὰρ ἵμα τὸ αἰσθητήριον τὰ εἴδη λαμβάνει, τούτων ἅμα τὰς κρίσεις ἐκείνη ποιεῖται· πῶς δὲ οἷόν τε ἅμα τὸ αἰσθητήριον τά τε διαφέροντα εἴδη λαμβάνειν καὶ τὰ ἐναντία, προείρηται. τῇ κοινῇ δὲ αἰσθήσει ταύτῃ καὶ ὁρώντων αὑτῶν αἰσθανόμεθα καὶ ἀκουόντων καὶ καθ’ ἑκάστην αἴσθησιν αἰσθανομένων. ὁ γὰρ ὁρῶν αἰσθάνεται αὐτοῦ ὁρῶντος καὶ ἀκούων ἀκούοντος. οὐ γὰρ δὴ ἄλλῃ τινὶ δυνάμει παρὰ τὴν ὁρῶμεν οὐδὲ ἀκούομεν ὅτι ἀκούομεν. οὔτε γὰρ τὸ ὁρᾶν ὁρατὸν οὔτε τὸ ἀκούειν ἀκουστόν, ἀλλ’ ἔστιν αὕτη ἡ ἐνέργεια τῆς πρώτης τε καὶ κυρίας αἰσθήσεως καὶ κοινῆς λεγομένης, καθ’ ἣν γίνεται συναίσθησις τοῖς αἰσθανομένοις τοῦ αἰσθάνεσθαι. καὶ τῶν κοινῶν δὲ καλουμένων αἰσθητῶν διὰ ταύτης ἡ ἀντίληψις. συναναφέρεται μὲν γὰρ ἕκαστον αὐτῶν τοῖς ἰδίοις ἑκάστης αἰσθήσεως αἰσθητοῖς διὰ τῶν οἰκείων αὐτοῖς ὀργάνων. κινεῖται γὰρ ἡ ὄψις ὑπὸ χρώματος ὄντος μετὰ μεγέθους, μετὰ σχήματος, μετὰ ἠρεμίας ἢ κινήσεως, μετὰ ἀριθμοῦ, μετὰ ἀποστήματος· μεθ’ ὧν οὖν ὂν τὸ χρῶμα ἐκίνησεν αὐτήν, καὶ τὰς ἀπὸ τούτων κινήσεις συναναφέρει τοῖς χρώμασιν. οὐ μὴν ἡ τῶν χρωμάτων κριτικὴ δύναμις καὶ περὶ τῶνδε κρίνει, ἀλλ’ ἔστι καὶ ἡ τούτων κρίσις τῆς κοινῆς ἔργον αἰσθήσεως· ὅτι γὰρ οὐχ ἡ ὄψις, δῆλον ἐκ τοῦ μὴ μόνον αὐτὰ τοῖς χρώμασιν παρυφίστασθαι, ἀλλὰ καὶ τοῖς ψόφοις καὶ τοῖς ταῖς ἄλλαις αἰσθήσεσιν αἰσθητοῖς. διὸ ἐλέγχεται οὔτε ὁρατὰ ὄντα οὔτε ἀκουστὰ οὔτε τινὸς τῶν ἄλλων αἰσθήσεων τῶν ταύταις ἀντιδιρῃμένων ἴδια αἰσθητά. τὸ δὲ εἶναι μόνας τὰς πέντε αἰσθήσεις, περὶ ὧν προειρήκαμεν, καὶ μηδεμίαν παρὰ ταύτας ἄλλην, δεικνύοιτο μὲν ἂν καὶ ἐκ τοῦ μηδὲν αἰσθητήριον οἷόν τε εἶναι παρὰ τὰ ὄντα ἐν τοῖς τελείοις ζῴοις. ἔδει δέ, εἰ αἴσθησίς τις ἔλειπεν, καὶ αἰσθητήριόν τι λείπειν, ὡς ἔδειξεν Ἀριστοτέλης ἐν τῷ τρίτῳ Περὶ ψυχῆς. δεικνύοιτο δ’ ἂν καὶ διὰ τοῦ πᾶσαν μὲν αἴσθησιν ἐν ζῴῳ εἶναι, μηδὲν δὲ ζῷον ἔχειν ἄλλην τινὰ παρὰ τὰς προειρημένας. ἀλλὰ καὶ διὰ τοῦ τελειοτάτην μὲν τῶν ψυχικῶν δυνάμεων εἶναι τὴν λογικήν, ἐπὶ δὲ ταῖς πρώταις τετελεσμέναις αἱ τελειότεραι, ὥστε ἐν οἷς ἡ λογική, ἐν τούτοις πρῶτον πᾶσα ἡ αἰσθητική.