Ancient Greek
Section 26
Alexander of Aphrodisias, De fato 26
Not analysed yet
Ἃ δὲ ἀποροῦσιν πρὸς τὸ εἶναι τοιοῦτον τὸ ἐφ’ ἡμῖν, ὁποῖον ἡ κοινὴ πρόληψις τῶν ἀνθρώπων πεπίστευκεν, ἀπορεῖν μὲν οὐκ ἄλογον, τὸ δὲ τοῖς ἀπορουμένοις ἐποχουμένους ὡς ὁμολογουμένοις ἀναιρεῖν μέν, ἃ οὕτως ἐναργῆ, σκιαγραφίαν δέ τινα καὶ παιδιὰν ἀποφαίνειν τὸν τῶν ἀνθρώπων βίον καὶ συναγωνίζεσθαι τοῖς ἀπορουμένοις καθ’ αὑτῶν, πῶς οὐ παντάπασιν ἄλογον; οὐδὲ γὰρ τῷ μὴ δυναμένῳ λύειν τινὰ τῶν Ζήνωνος λόγων τῶν κατὰ τῆς κινήσεως ἤδη κίνησιν ἀναιρετέον. ἱκανωτέρα γὰρ ἡ τοῦ πράγματος ἐνάργεια πρὸς συγκατάθεσιν πάσης τῆς διὰ λόγων ἀναιρούσης αὐτὸ πιθανότητος. οὐ χεῖρον δὲ ἴσως καὶ ἡμᾶς τῶν ἀπορουμένων ὑπ’ αὐτῶν, οἷς μάλιστα θαρροῦσιν, ταῦτα προχειρισαμένους ἐξετάσαι, πῶς ἔχει. ἴσως γὰρ οὐδὲ ἄγαν φανεῖται εἰς αὐτά. ἔστι δή τι τῶν ἀπορουμένων ὑπ’ αὐτῶν καὶ τοιοῦτον. εἰ, φασίν, ταῦτά ἐστιν ἐφ’ ἡμῖν, ὧν καὶ τὰ ἀντικείμενα δυνάμεθα, καὶ ἐπὶ τοῖς τοιούτοις οἴ τε ἔπαινοι καὶ οἱ ψόγοι, προτροπαί τε καὶ ἀποτροπαί, κολάσεις τε καὶ τιμαί, οὐκ ἔσται τὸ φρονίμοις εἶναι καὶ τὰς ἀρετὰς ἔχειν ἐπὶ τοῖς ἔχουσιν, ὅτι μηκέτ’ εἰσὶν τῶν ἀντικειμένων κακιῶν ταῖς ἀρεταῖς δεκτικοί, ὁμοίως δὲ οὐδὲ αἱ κακίαι ἐπὶ τοῖς κακοῖς· οὐδὲ γὰρ ἐπὶ τούτοις τὸ μηκέτ’ εἶναι κακοῖς· ἀλλὰ μὴν ἄτοπον τὸ μὴ λέγειν τὰς ἀρετὰς καὶ τὰς κακίας ἐφ’ ἡμῖν μηδὲ τοὺς ἐπαίνους καὶ τοὺς ψόγους ἐπὶ τούτων γίνεσθαι· οὐκ ἄρα τὸ ἐφ’ ἡμῖν τοιοῦτον.