Ancient Greek
Section 3
Alexander of Aphrodisias, De fato 3
Not analysed yet
ὅτι μὲν οὖν 8 αἰτίαν τινὰ τὴν εἱμαρμένην τοῖς γινομένοις εἶναι λέγουσιν πάντες οἱ περὶ εἱμαρμένης λέγοντές τι, γνώριμον (ταύτην γὰρ ἀποδιδόασίν τε καί φασιν αἰτίαν εἶναι τοῦ γίνεσθαι τὰ γινόμενα ὃν τρόπον γίνεται), ἐπεὶ δὲ πλεοναχῶς λέγεται τὰ αἴτια, ἀναγκαῖον τοῖς ἐν τάξει τὸ πρόβλημα μετιοῦσιν πρῶτον λαβεῖν, ὑπὸ τίνα τρόπον τῶν αἰτίων χρὴ τιθέναι τὴν εἱμαρμένην· οὐδὲν γὰρ τῶν πολλαχῶς λεγομένων γνώριμον χωρὶς τῆς οἰκείας διαιρέσεως λεγόμενον. διαιρεῖται δὴ τὰ τῶν γινομένων αἴτια εἰς τρόπους αἰτίων τέσσαρας, καθὼς Ἀριστοτέλης δέδειχεν. τῶν γὰρ αἰτίων τὰ μέν ἐστι ποιητικά, τὰ δὲ ὕλης ἐπέχει λόγον, ἔστι δέ τις ἐν αὐτοῖς καὶ ἡ κατὰ τὸ εἶδος αἰτία· παρὰ δὲ τὰς τρεῖς ταύτας αἰτίας ἐστὶν αἴτιον ἐν αὐτοῖς καὶ τὸ τέλος, οὗ χάριν καὶ τὸ γινόμενον γίνεται. καὶ τοσαῦται μὲν αἱ τῶν αἰτίων διαφοραί. ὅτι γὰρ ἂν αἴτιον ᾖ τινος, ὑπὸ τούτων τι τῶν αἰτίων ὂν εὑρεθήσεται. καὶ γὰρ εἰ μὴ πάντα τὰ γινόμενα τοσούτων αἰτίων δεῖται, ἀλλὰ τά γε πλείστων δεόμενα οὐχ ὑπερβαίνει τὸν ἀριθμὸν τὸν εἰρημένον. γνωριμωτέρα δ’ ἂν αὐτῶν ἡ διαφορὰ γίγνοιτο, εἰ ἐπὶ παραδείγματός τινος τῶν γινομένων ὁραθείη. ἔστω δὴ ἐπ’ ἀνδριάντος ἡμῖν ἡ τῶν αἰτίων δεικνυμένη διαίρεσις. τοῦ δὲ ἀνδοιάντος ὡς μὲν ποιητικὸν αἴτιον ὁ ποιήσας τεχνίτης, ὃν ἀνδριαντοποιὸν καλοῦμεν, ὡς δὲ ἡ ὕλη ὁ ὑποκείμενος χαλκὸς ἢ λίθος ἢ ὅτι ἂν ᾖ τὸ ὑπὸ τοῦ τεχνίτου σχηματιζόμενον κατὰ τὴν τέχνην· αἴτιον γὰρ καὶ τοῦτο τοῦ γεγονέναι τε καὶ εἶναι τὸν ἀνδριάντα. ἔστι δὲ καὶ τὸ εἶδος τὸ ἐν τῷ ὑποκειμένῳ τούτῳ γενόμενον ὑπὸ τοῦ τεχνίτου καὶ αὐτὸ τοῦ ἀνδριάντος αἴτιον, δι’ ὅ ἐστιν εἶδος δισκεύων ἢ ἀκοντίζων ἢ ἐπ’ ἄλλου τινὸς ὡρισμένου σχήματος. οὐ μόνα δὲ ταῦτα τῆς τοῦ ἀνδριάντος γενέσεως αἴτιά ἐστιν· οὐδενὸς γὰρ τῶν αἰτίων τῆς γενέσεως αὐτοῦ δεύτερον τὸ τέλος, οὗ χάριν γεγονός ἐστι, ἢ τιμή τινος ἢ εἰς θεοὺς εὐσέβειά τις. ἄνευ γὰρ τοιαύτης αἰτίας οὐδ’ ἂν τὴν ἀρχὴν ὁ ἀνδριὰς ἐγένετο. ὄντων τοίνυν τοσούτων τῶν αἰτίων καὶ τὴν πρὸς ἄλληλα διαφορὰν ἐχόντων γνώριμον τὴν εἱμαρμένην ἐν τοῖς ποιητικοῖς αἰτίοις δικαίως ἂν καταριθμοῖμεν ἀναλογίαν σώζουσαν πρὸς τὰ γινόμενα κατ’ αὐτὴν τῷ τοῦ ἀνδριάντος δημιουργῷ τεχνίτῃ. τούτου δ’ οὕτως ἔχοντος ἀκόλουθον ἂν εἴη περὶ τῶν ποιητικῶν