Ancient Greek
Section 39
Alexander of Aphrodisias, De fato 39
Not analysed yet
Ταῦτα ὑμῖν, ὦ θειότατοι αὐτοκράτορες. τῆς Ἀριστοτέλους δόξης περί τε εἱμαρμένης καὶ τοῦ ἐφ’ ἡμῖν κατ’ ἐμὴν δόξαν τὰ κεφάλαια, καθ’ ἣν δοξάζοντες εἴς τε θεοὺς εὐσεβήσομεν, τὰ μὲν εἰδότες αὐτοῖς χάριν ἀνθ’ ὧν φθάνομεν ὑπ’ αὐτῶν εὖ πεπονθότες, τὰ δὲ αἰτούμενοι παρ’ αὐτῶν ὡς ὄντων καὶ τοῦ δοῦναι καὶ τοῦ μὴ κυρίων· ἐσόμεθα δὲ καὶ περὶ τοὺς ἡμῖν ὁμοίους ἄρχοντας εὐχάριστοι ταῦτα πράττεται εἰς ἡμᾶς τε καὶ ἡ περὶ ὑμῶν οἰκεία προαίρεσις πράττειν ὑμᾶς αἱρέσει τοῦ βελτίονος καὶ τοῦ περὶ τὴν κρίσιν αὐτοῦ φροντίζειν ποιοῦντας ἃ ποιεῖτε, ἀλλ’ οὐ προκαταβεβλημένοις τισὶν αἰτίοις ἑπομένους, οἷς ἀναγκαῖον ἕπεσθαι ᾗ ἂν ἐκεῖνα ἄγῃ. ποιησόμεθα δὲ καὶ ἀρετῆς ἐπιμέλειαν ὡς ὄντες αὐτοὶ κύριοι τοῦ βελτίους ἢ χείρους γενέσθαι. τούτων γὰρ μόνων κύριός τις, ὧν καὶ τοῦ μὴ πράττειν αὐτὸς ἔχει τὴν ἐξουσίαν καὶ τὰ ἄλλα δὲ ὅσα πράττομεν κατὰ τὸν βίον ὅτι μόνως εὐλόγως πράττειν ἂν δοκοῖμεν, εἰ κατὰ τὴν Ἀριστοτέλους δόξαν περὶ αὐτῶν ἀποδιδοίημεν τὰς αἰτίας, ἃς διὰ παντὸς ἐπειράθην ὑμῖν παραστῆσαι τοῦ λόγου.