Ancient Greek · ~10 min
Section 1
Alexander of Aphrodisias, De mixtione 1
Not analysed yet
πῶς δ’ ἂν παραδέξαιτό τις τὸ ἐν τῇ τοιαύτῃ κράσει τῶν σωμάτων ἕκαστον τῶν κιρναμένων φυλάττειν δύνασθαι τὴν οἰκείαν ἐπιφάνειαν, ὡς ὁμοῦ μὲν μηδὲ τὸ τυχὸν αὐτοῦ μόριον εἶναί καθ’ αὐτὸ κεχωρισμένον θατέρου, ὁμοῦ δὲ φυλάττειν ἕκαστον αὐτῶν τὴν ἐπιφάνειαν τὴν ἑαυτοῦ, ἣν εἶχε καὶ πρὸ τῆς κράσεως; τοῦτο γὰρ ὑπεραίρει καὶ τὰς ἐν τοῖς μύθοις παραδοξολογίας, ὃ τίθησι Χρύσιππος ὅσον ἐν τούτῳ τὸ δύνασθαι τὰ κεκραμένα χωρίζεσθαι πάλιν. τοῦ τε γὰρ λέγειν δύνασθαι χωρίζεσθαι τὰ κεκραμένα, ἀλλὰ καὶ τοῦ μηδ’ ὅλως κιρνᾶσθαί τινα δύνασθαι λέγειν μακρῷ παραδοξότερον καὶ παρὰ τὰς ἀπάντων ἐννοίας τὸ λέγειν ὁμοῦ μὲν δι’ ὅλων ἀλλήλων χωρεῖν τινα σώματα, ὡς μηδὲν αὐτῶν μόριον εἶναι καθ’ αὐτό, ὁμοῦ δ’ ἕκαστον αὐτῶν ὑπὸ τῆς οἰκείας ἐπιφανείας περιέχεσθαι, ὑφ’ ἧς περιείχετο καὶ πρὸ τῆς μίξεως. τό τε οὖν σῶμα διὰ σώματος οὐδεμιᾶς ἐλάττω διαφορὰν ἔχειν συμβέβηκε τῶν κατὰ φιλοσοφίαν δογμάτων καὶ τῶν περὶ μίξεως τε καὶ κράσεως λόγων. οὐ γὰρ μόνον διηνέχθησαν πρὸς ἀλλήλους περὶ τοῦδε τοῦ δόγματος οἱ μίαν ὕλην ὑποκεῖσθαι πᾶσι τοῖς ἐν γενέσει σώμασιν λέγοντες πρὸς τοὺς ἐκ διωρισμένων τε καὶ κεχωρισμένων σωμάτων ποιοῦντας αὐτήν (ὧν οἱ μὲν ἄτομα σώματα ἄπειρα τῷ πλήθει, κατὰ σχῆμα καὶ μέγεθος μόνον τὴν πρὸς ἄλληλα διαφορὰν ἔχοντα, τὰς ἀρχὰς καὶ τὰ στοιχεῖά φασιν εἶναι, καὶ τῇ τούτων συνθέσει τε καὶ ποιᾷ περιπλοκῇ ἔτι τε τάξει καὶ θέσει τἆλλα γίνεσθαι· ἐφ’ ἧς δόξης πρῶτοι μὲν Λεύκιππός τε καὶ Δημόκριτος γενέσθαι δοκοῦσιν, ὕστεροι δὲ Ἐπίκουρός τε καὶ οἱ τὴν αὐτὴν τούτῳ τραπέντες· οἱ δὲ αὐτῶν, οὐκ ἀτόμους, ὁμοιομερῆ δέ τινά φασιν ἄπειρα εἶναι σώματα, ἐξ ὧν ἡ τῶν αἰσθητῶν γένεσις σωμάτων γινομένη κατὰ σύγκρισιν καὶ σύνθεσιν, ἧς δόξης Ἀναξαγόρας τε καὶ Ἀρχέλαος δοκοῦσι γεγονέναι· ἤδη δέ τινες καὶ ἀμερῆ τινα σώματα τὰς ἀρχὰς καὶ στοιχεῖα τῶν πάντων προήχθησαν εἰπεῖν· ἔστι δέ τις δόξα καὶ ἐξ ἐπιπέδων τὴν γένεσιν ποιοῦσα τῶν σωμάτων καὶ ἐξ ἀριθμῶν τις ἄλλη), οὐ δὴ πρὸς ἀλλήλους μόνον, ὡς ἔφην, οὐτοι διη- κατὰ τὴν πρὸς τὰς ἀρχὰς διαφόρους οὔσας ἀκολουθίαν καὶ τὰς κράσεις διαφόρως γίνεσθαι λέγοντες, ἀλλὰ καὶ αὐτῶν τῶν ἡνωμένην τὴν ὕλην λεγόντων καὶ πάλιν αὖ τῶν διωρισμένην τε καὶ κεχωρισμένην ἐστί τις πρὸς ἀλλήλους διαφωνία. αἰτία δ’ αὐτοῖς τῆς διαστάσεως τῆς τοσῆσδε ἡ χαλεπότης τοῦ δόγματος. τῷ μὲν γὰρ ἐναργές εἶναι κιρνᾶσθαί τινα τῶν σωμάτων πρὸς ἄλληλα πάντες σχεδὸν οἱ περὶ φύσεως τε καὶ τῶν γινομένων φύσει φιλοσοφοῦντες ἦλθον ἐπὶ τὸ ζητεῖν τὴν αἰτίαν αὐτοῦ, τῷ δ’ εἶναι χαλεπήν τε αὐτοῦ τὴν εὕρεσιν καὶ ἑκάστῃ τῶν ἀποδιδομένων αἰτιῶν οἰκείας τινὰς ἕπεσθαι δυσχερείας ἄλλος ἄλλῃ ἀπετράπετο.