Ancient Greek · ~11 min
Section 12
Alexander of Aphrodisias, De mixtione 12
Not analysed yet
Ταῦτα μὲν εἰπεῖν προήχθην διὰ τοὺς ἀντιλέγοντας μὲν Ἀριστοτέλει περὶ τοῦ πέμπτου σώματος καὶ τοῖς μόνοις κατ’ ἀξίαν τῶν θείων εἰρημένοις ἐνίστασθαι πειρωμένους διὰ φιλοτιμίαν, τῆς δὲ ἀτοπίας τῶν ὑφ’ αὐτῶν λεγομένων μηδὲ τὴν ἀρχὴν συνιέντας, οἷς καὶ τὰ κυριώτατα καὶ μέγιστα τῶν κατὰ φιλοσοφίαν δογμάτων ἤρτηται καὶ τὴν κατασκευὴν ἀπὸ τοῦ θαυμαστοῦ δόγματος ἔχει τοῦ σῶμα χωρεῖν διὰ σώματος·’ ὅ τε γὰρ περὶ κράσεως αὐτοῖς λόγος οὐκ ἐν ἄλλῳ τινί, ἀλλὰ καὶ τὰ περὶ ψυχῆς ὑπ’ αὐτῶν λεγόμενα ἐντεῦθεν ἤρτηται τε πολυθρύλλητος αὐτοῖς εἱμαρμένη καὶ ἡ τῶν πάντων πρόνοια δὲ τὴν πίστιν λαμβάνουσιν, ἔτι τε τὸ περὶ ἀρχῶν τε καὶ θεοῦ καὶ ἡ τοῦ παντὸς ἕνωσίς τε καὶ συμπάθεια πρὸς αὐτό. πάντα γὰρ αὐτοῖς ταῦτ’ ἐστὶν ὁ διὰ τῆς ὕλης διήκων θεός. τούτου δὲ τοῦ σῶμα χωρεῖν διὰ σώματος, ἐξ οὗ σχεδὸν πάσης τῆς φυσιολογίας αὐτοῖς ἀνήρτηται τὰ πείσματα, παρά τε τὰς κοινὰς προλήψεις λεγομένου καὶ παρὰ τὰς ἁπάντων δόξας τῶν φιλοσόφων, τὴν πίστιν κατ’ αὐτοὺς λαμβάνει ὡς ἂν ἀπὸ ἐναργοῦς τοῦ τὸν σίδηρον, ὅταν ἢ πεπυρωμένος μὴ αὐτὸν ἐξάπτεσθαί τε καὶ πυροῦσθαι λέγειν ὁμοίως τοῖς οἷς ὕλη τὸ πῦρ, ἀλλὰ διὰ παντὸς αὐτοῦ χωρεῖν τὸ πῦρ ὑπολαμβάνειν μετὰ τῆς ὕλης ἐκείνης, ἐφ’ ἧς ὂν γειτνιᾶσαν τῷ σιδήρῳ ἐθέρμαινέ τε καὶ ἐξῆψεν αὐτόν. καίτοι πῶς οὐ πρὸς τοῖς ἄλλοις καὶ τοῦτο παντάπασιν ἄτοπον τὸ τὴν τῆς φλογὸς ὕλην, μὴ κατέχουσαν τὴν ἔξωθεν χορηγίαν, μὴ καταναλίσκεσθαι, σώζεσθαι δὲ ἐπὶ τοσοῦτον λέγειν ἐν τῷ πυρὶ τῷ μεμιγμένῳ τῷ σιδήρῳ, ἕως ἂν ὁ σίδηρος πεπυρωμένος μένῃ, ἐναργοῦς ὄντος τοῦ τὴν φλόγα συνεχοῦς δεῖσθαι τῆς κατὰ τὴν ὕλην χορηγίας, ὡς ἔχουσαν ἐν τῷ γίνεσθαι τὸ εἶναι διὰ τὴν τῆς ὑποβεβλημένης ὕλης αὐτῇ ταχεῖαν φθοράν. . εἰ γὰρ μὴ ὁ σίδηρος ὕλη ποτὲ τῷ πυρί, τίνα χρὴ τὴν καιομένην ὕλην λέγειν εἶναι; ὅλως δὲ ἐπεὶ ὁ σίδηρος ὑπό τινος ἐξάπτεται πυρὸς ὄντος ἐφ’ ὕλης τινός, εἰ διὰ τοῦ σιδήρου δίεισι τὸ πῦρ, δεῖ φυλάσσον αὐτὸ τὴν ὕλην, ἐφ’ ἧς ὂν ἐπλησίασε τῷ σιδήρῳ, χωρεῖν δι’ αὐτοῦ, ἀλλ’ οὕτε τὰ ξύλα οὔτε οἱ ἄνθρακες οὔτε τις ἄλλη τῶν ὑποκειμένων ὕλη τῷ πυρὶ τῷ πυροῦντι τὸν σίδηρον ἐν τῷ σιδήρῳ γίνεται. λείπεται δή, χωριζόμενον αὐτὸ τῆς ὕλης γίνεσθαι ἐν αὐτῷ. ἀλλ’ εἰ χωρίζοιτο, ἀναγκαῖον αὐτὸ ἐν τῇ μεταβάσει ὕλην τινὰ μεταλαμβάνειν, καὶ ἔστιν οὐκ ἄλλη τις ἢ ὁ σίδηρος αὐτός. καθόσον γὰρ ἡ ὑγρότης ἐστὶν ἐν αὐτῷ, κατὰ τοσοῦτον ὕλη τῷ πυρὶ γίνεται, σκληρότερος γοῦν ὁ πυρούμενος σίδηρος μετὰ τὴν σβέσιν τοῦ πρώτου γίνεται, ὡς ἀναλισκομένης ὑπὸ τοῦ πυρὸς τῆς ὑγρότητος τῆς ἐν αὐτῷ, καὶ ἐξάπτεταί τε μέχρις ἂν ὑγρότης ἢ τις ἐν αὐτῷ, ὥσπερ οὖν καὶ ξύλα. ἀλλὰ τούτων μὲν ἅλις.