Ancient Greek · ~5 min
Section 9
Alexander of Aphrodisias, De mixtione 9
Not analysed yet
Πῶς δὲ σωζόντων ἐστὶ τὴν περὶ κράσεως κοινὴν πρόληψιν τὸ λέγειν καὶ τὴν ἕξιν τοῖς ἔχουσιν αὐτὴν μεμῖχθαι, καὶ τὴν φύσιν τοῖς φυτοῖς καὶ τὸ φῶς τῷ ἀέρι καὶ τὴν ψυχὴν τῷ σώματι, εἴ γε κιρνᾶσθαι μὲν προείληπται τὰ κατ’ ἰδίαν πρὸ τῆς κράσεως ὑφεστάναι δυνάμενα; διὰ τοῦτο γοῦν καὶ αὐτοί φασι τὰ κεκραμένα χωρίζεσθαι πάλιν δύνασθαι, καὶ ταύτῃ δια κρᾶσιν συγχύσεώς τε καὶ φθάρσεως. οὔτε ἕξις τις χωριστὴ τοῦ ἔχοντος αὐτήν, ὡς καθ’ αὑτὴν εἶναι δύνασθαι, οὔτε ἡ τῶν φυτῶν φύσις χωρὶς φυτῶν ὑποσταίη ποτ’ ἄν. τό τε φῶς πῶς οἷόν τε ἐπινοῆσαι κεχωρισμένον τῶν διαφανῶν σωμάτων; ἀλλ’ οὐδ’ ἡ ψυχὴ τοιοῦτον, ὡς οἷόν τε, εἴ γε εἶδος ἔνυλον οὐχ οἷόν τε εἶναι χωρὶς ὕλης τε καὶ σώματος. ἀλλ’ οὐδὲ τὸ πῦρ τῷ σιδήρῳ, καθά φασι, μίγνυται, ὥσπερ οὐδὲ τοῖς χυμοῖς οὐδὲ τοῖς ξύλοις. ὅλως γὰρ ἄτοπον τὴν ὕλην τῷ εἴδει μίγνυσθαι λέγειν. ὕλη δὲ πυρὸς τὰ καιόμενά τε καὶ πεπυρωμένα πάντα, ἀλλ᾿ ἡ μὲν ἄφθαρτος, ἡ δ᾿ οὔ. διὸ καὶ μέχρι πολλοῦ σβεννύμενά τινα ταὐτὸ εἶδος τῷ ἐξ ἀρχῆς δύναται φυλάττειν, οὐ μὴν ἀμείωτα πάντῃ· καὶ γὰρ τούτων ὑπὸ τοῦ πυρὸς ἀναλίσκεταί τι καὶ φθείρεται. διὸ καὶ ταῦτα χρονίζοντα ἐν αὐ τῷ πλέον ἀπόλλυταί τε καὶ τοῦ οἰκείου εἴδους ἐξίσταται.