Ancient Greek
Page 46a10
Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium 10-2
Not analysed yet
Αἱ δ’ ἀρχαὶ τῶν συλλογισμῶν καθόλου μὲν εἴρηνται. Τὰς μὲν ἀρχὰς τῶν συλλογισμῶν τὰς προτάσεις λέγει. καθόλου μὲν οὖν καὶ κοινῶς εἴρηται, πῶς ληπτέον αὐτὰς καὶ τίνα τίσι συγκριτέον τῶν ἐκλελεγμένων βουλομένοις ἢ καθόλου καταφατικὸν ἢ καθόλου ἀποφατικὸν ἢ ἐπὶ μέρους πρότασιν λαβεῖν· οὔτε γὰρ εἰς ταὐτὰ αἰεὶ οὐδὲ ἐν τοῖς αὐτοῖς τὴν ζήτησιν καὶ τὴν σύγκρισιν ποιησόμεθα, ἀλλ’ ὃν εἰσηγήσατο τρόπον.