Ancient Greek
Page 32a16
Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium 16-2
Not analysed yet
Περὶ δὲ τοῦ ἐνδεχομένου μετὰ ταῦτα λέγομεν, πότε καὶ πῶς καὶ διὰ τίνων ἔσται συλλογισμός. Ἐπὶ τὸν τρίτον διορισμὸν τῶν προτάσεων μέτεισιν· οὗτος δ’ ἐστὶν ὁ κατὰ τὸ ἐνδεχόμενον. καὶ δείκνυσι πρῶτον, πότε ἐξ ἐνδεχομένων ἀμφοτέρων προτάσεων γίνεται συλλογισμός, καὶ πῶς συμπλεκομένων πρὸς · ἀλλήλας, καὶ τίνων· οὗτε γὰρ αἱ τυχοῦσαι συμπλακεῖσαι ποιοῦσι συλλογισμὸν οὔτε, ὡς ἔτυχεν, ὥσπερ οὐδὲ ἐπὶ τῶν ὑπαρχουσῶν καὶ ἀναγκαίων.