Ancient Greek
Page 50b21
Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium 21-3
Not analysed yet
ἐὰν δὲ τὸ κατηγορικὸν ᾖ πρὸς τῷ Β, τὸ δὲ στερητικὸν πρὸς τῷ Γ. Ὁ δεύτερος ἐν τῷ δευτέρῳ σχήματι ἦν ὁ τὴν μείζονα ἔχων καθόλου καταφατικὴν τὴν δὲ ἐλάττονα καθόλου ἀποφατικὴν δεικνύμενος διὰ δύο ἀντιστροφῶν τῆς τε ἀποφατικῆς προτάσεως καὶ τοῦ συμπεράσματος. δείκνυσι δέ, πῶς τοῦτον ἀνάξομεν εἰς τὸν ἐν τῷ πρώτῳ σχήματι καθόλου ἀποφατικόν. φησὶ δὲ δεῖν τὸν ἐλάττονα ὅρον πρῶτον τιθέναι ὡς μείζονα καὶ πρὸ τοῦ μείζονος, ὃν ἐν τῷ συμπεράσματι δεῖ κατηγορῆσαι, καὶ τὴν καθόλου ἀποφατικὴν πρότασιν καὶ] ἀντιστρέψαντας αὐτῇ προσλαμβάνειν τὴν μείζονα πρότασιν τὴν καθόλου καταφατικὴν ὡς ἐλάττονα. οὕτω γὰρ ἔσται τὸ πρῶτον σχῆμα καὶ ἔσται συναγόμενον τὸ τὸν ἐλάττονα μηδενὶ τῷ μείζονι· ὃ συμπέρασμα αντιστρέψαντες ἡ γὰρ καθόλου ἀποφατικὴ ἀντιστρέφει) ἕξομεν τὸ προκείμενον δεδειγμένον τὸ τὸν μείζονα μηδενὶ τῷ ἐλάττονι. ἦν δὲ μέσος μὲν ὁ Α ἐν τῷ συλλογισμῷ τῷ ἐν δευτέρῳ σχήματι, μείζων δὲ ὁ Β, πρὸς ᾧ ἡ καταφατικὴ ἡ καθόλου ἔκειτο, ἐλάττων δὲ ὁ Γ, πρὸς ὃν ἡ καθόλου ἀποφατική.