Ancient Greek
Page 41b23
Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium 23-5
Not analysed yet
Καὶ ὅτι τὸ μὲν καθόλου ἐκ τῶν καθόλου προτάσεων δείκνυται. Δείξας, ὅτι ἐν παντὶ συλλογισμῷ δεῖ καθόλου τινὰ πρότασιν εἶναι, ὑπομιμνήσκει ἡμᾶς καὶ τοῦ ὅτι, εἰ καθόλου τὸ συμπέρασμα εἴη, δεῖ ἀμφοτέρας εἰλῆφθαι καθόλου τὰς προτάσεις· οὐ γὰρ ἄν ἄλλως γένοιτο τοῦ καθόλου συμπέρασμα. οὐ μὴν ἄν ὦσιν αἱ προτάσεις καθόλου ἀμφότεραι, ἤδη καὶ τὸ συμπέρασμα ἀνάγκη καθόλου εἶναι· γίνεται γάρ ποτε ἐπὶ μέρους συμπέρασμα καὶ ἐκ καθόλου προτάσεων, ὡς ἐπὶ τῶν ἐν τρίτῳ σχήματι ἐδείχθη.