Ancient Greek
Page 36b24
Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium 24
Not analysed yet
Δῆλον δὲ καὶ ὅτι πάντες ἀτελεῖς οἱ συλλογισμοί. Ἀτελεῖς οὐχ ἁπλῶς πάντες, ἀλλ’ ἐν οἷς ἡ μείζων ἢ ὑπάρχουσα ἢ ἀναγκαία ἦν εἰλημμένη· τοὺς γὰρ τοιούτους διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς ἔδειξεν ὄντας συνακτικούς. τελειοῦνται δὲ διὰ τῶν προειρημένων σχημάτων, ὅτι ἡ εἰς ἀδύνατον ἀπαγωγὴ γίνεται διά τινος τῶν κειμένων σχημάτων.