Ancient Greek
Page 42b24
Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium 24-4
Not analysed yet
Πρὸς ἕνα γὰρ μόνον οὐ ποιήσει συλλογισμόν. Περὶ τοῦ ἐσχάτου κειμένου ὅρου λέγει πάλιν· οὗτος γὰρ ἔσται, κἄν ἐν μέσῳ ὅρος ἐμβληθῇ, πρὸς ἕνα μόνον ὅρον μὴ ποιῶν συλλογισμόν· πρὸς γὰρ τὸν πρὸ αὐτοῦ κείμενον. ἐπεὶ ὅ γε μέσος ἐμβαλλόμενος πρὸς οὐδέτερον τῶν, ὧν ἐστι μέσος, ποιεῖ συμπεράσματα πρὸς τοὺς ἄλλους ποιῶν παντας.