Ancient Greek
Page 32b25
Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium 25-2
Not analysed yet
Ἐπεὶ δὲ τὸ ἐνδέχεσθαι τόδε τῷδε ὑπάρχειν διχῶς ἔστιν ἐκλαβεῖν. Ἐπεὶ διχῶς, φησίν, ἔστιν ἐξακοῦσαι τῆς προτάσεως τῆς λεγούσης ἐνδέχεσθαι τὸ Α τῷ Β ὑπάρχειν παντί· ὁτὲ μὲν γὰρ ἔστιν ἀκοῦσαι ὡς τοῦ λέγοντος τοῦτο λέγοντος ‘ᾦ ὑπάρχει τὸ Β, τούτῳ ἐνδέχεται τὸ Α παντί ’,ὁτὲ δὲ ‘ᾦ ἐνδέχεται τὸ Β, τούτῳ ἐνδέχεται τὸ Α παντί᾿. ὅτι δὲ ἡ λέγουσα τὸ Λ τῷ Β ἐνδέχεσθαι παντὶ δύναται ἑκάτερον τούτων σημαίνειν, ἔδειξε μεταλαβὼν μὲν αὐτὴν εἰς τὴν καθ’ οὗ τὸ Β, τὸ Α ἐνδέχεσθαι λέγουσαν· ἐφ’ οὗ δείξας ἑκάτερον ἐξακούεσθαι δυνάμενον, καὶ τὸ ‘καθ᾿ οὗ ἤδη λέγεται τὸ B᾿, καὶ τὸ ‘καθ᾿ οὗ ἐνδέχεται λέγεσθαι᾿, μετὰ ταῦτα ἐπήνεγκεν, ὅτι