Ancient Greek
Page 32b23
Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium 23-3
Not analysed yet
Ταῦτα μὲν οὖν διορισθήσεται μᾶλλον ἐν τοῖς ἑπομένοις. Ὅτι ἐπὶ τῶν ἐνδεχομένων ἀντιστρέφει τὸ καταφατικὸν τῷ ἀποφατικῷ, καὶ πῶς, καὶ ὅτι τὸ ἐνδεχόμενον διττόν, καὶ ὅτι τὸ ἀόριστον ἄχρηστον πρὸς τὰς νῦν ζητήσεις, ἔτι μᾶλλον, φησίν, ἐν τοῖς ἑξῆς διορισμοῦ τεύξεται. προστίθεται δὲ τὰ νῦν λεγόμενα περὶ τῶν συζυγιῶν τῶν ἐξ ἐνδεχομένων προτάσεων καθ’ ἕκαστον σχῆμα γινομένων συλλογιστικῶν τε καὶ ἀσυλλογίστων.