Ancient Greek
Page 29b26
Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium 26-4
Not analysed yet
Οἱ μὲν οὖν τῶν συλλογισμῶν ὑπάρχειν ἢ μὴ ὑπάρχειν δεικνύντες. Τριττῆς οὔσης ἐν ταῖς προτάσεσι κατὰ τοὺς τρόπους διαφορᾶς αἱ μὲν <γάρ> ὑπάρχουσαι ἦσαν αὐτῶν αἱ δὲ ἀναγκαῖαι αἱ δὲ ἐνδεχόμεναι) τῶν ἐξ ὑπαρχουσῶν προτάσεων γινομένων συζυγιῶν καὶ τῶν ἐκ τῶν κατὰ ταύτας συλλογισμῶν καθ’ ἕκαστον σχῆμα εἰρηκὼς ὑπομιμνήσκει ἡμᾶς μέλλων ἐπὶ τὰς ἐξ ἀναγκαίων πάλιν προτάσεων συγκειμένας συζυγίας μεταβαίνειν καὶ περὶ ἐκείνων ποιεῖσθαι τὸν λόγον, ὅτι ὁ περὶ τῶν ἐξ ὑπαρχουσῶν προτάσεων αὐτῷ πεπλήρωται λόγος. τὸ δὲ καθ’ ἑαυτοὺς οἱ ἐκ τοῦ αὐτοῦ σχήματος καὶ πρὸς ἀλλήλους οἱ ἐκ τῶν ἑτέρων σχημάτων εἴρηται περὶ τῶν διαφορῶν αὐτῶν. φανερὰ γὰρ ἡ διαφορὰ τῶν καθ’ ἕκαστον σχῆμα συλλογισμῶν πρὸς ἀλλήλους· ὁ μὲν γὰρ ἐκ δύο καθόλου καταφατικῶν 20 5 ἔνεστιν ἐν τῷ πρώτῳ σχήματι, ὁ δὲ ἐκ καθόλου ἀποφατικῆς τῆς μείζονος, καὶ ἄλλος ἄλλως καθ’ ἕκαστον σχῆμα. ἀλλὰ καὶ ἡ τῶν ἐν διαφόροις σχήμασι συλλογισμῶν πρὸς ἀλλήλους διαφορὰ γνώριμος· οὐ γὰρ ὁμοία ἡ τοῦ μέσου θέσις ἐν ἅπασιν. |