Ancient Greek
Page 51a26
Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium 26-7
Not analysed yet
Τῶν δ’ ἐν τῷ μέσῳ σχήματι ἅτερος μὲν ἀναλύεται, ἅτερος δ’ οὐκ ἀναλύεται εἰς τὸ τρίτον. Τὸ ἐπὶ μέρους ἀποφατικὸν διχῶς μὲν ἐν δευτέρῳ σχήματι δείκνυται, τριχῶς δὲ ἐν τρίτῳ. δείκνυσιν οὖν καὶ ἐπὶ τούτων τῶν σχημάτων, πῶς τοὺς ταὐτὸν ἔχοντας συμπέρασμα συλλογισμούς, εἰ μὲν εἶεν ἐν δευτέρῳ σχήματι ἠρωτημένοι, ἀνάξομεν εἰς τὸ τρίτον, εἰ δ’ ἐν τρίτῳ, εἰς τὸ δεύτερον, ἐπειδὴ περὶ τῆς ἐκ τοῦ πρώτου εἰς. ταῦτα τὰ σχήματα καὶ τούτων εἰς τὸ πρῶτον ἀναγωγῆς εἶπεν. λέγει δέ, ὅτι τῶν ἐν τῷ δευτέρῳ σχήματι δύο ἐπὶ μέρους ἀποφατικὸν συναγόντων τὸν μὲν ἕτερον ἀναλύομεν εἰς τὸ τρίτον σχῆμα, τὸν δὲ ἕτερον οὔ. τὸν μὲν γὰρ ἐκ καθόλου ἀποφατικῆς τῆς μείζονος καὶ ἐπὶ μέρους καταφατικῆς τῆς ἐλάττονος ἀναλύσομεν ἀμφοτέρας τὰς προτάσεις ἀντιστρέφοντες· καὶ γὰρ ἡ καθόλου ἀποφατικὴ ἀντιστρέφει αὑτῇ καὶ ἡ ἐπὶ μέρους καταφατικὴ ὁμοίως, ὥστε, εἰ κεῖται τὸ Α τῷ μὲν Β οὐδενὶ τῷ δὲ Γ τινί, ἔσται ‘τὸ Β τῷ Α οὐδενί, τὸ Γ τῷ Α τινί’ ἐν τρίτῳ σχήματι συζυγία ἐπὶ μέρους ἀποφατικὸν συνάγουσα. ὁ δὲ ἕτερος ὁ τὴν μείζονα ἔχων καθόλου καταφατικὴν τὴν δὲ ἐλάττονα ἐπὶ μέρους ἀποφατικήν, ὥσπερ οὐδὲ εἰς τὸ πρῶτον ἀνελύετο σχῆμα, οὕτως οὐδὲ εἰς τὸ τρίτον. δεῖ· μὲν γὰρ ἀμφοτέρας ἀντιστραφῆναι, εἰ μέλλοι τις ἀναλύειν εἰς τὸ τρίτον σχῆμα συλλογισμὸν ἠρωτημένον ἐν δευτέρῳ σχήματι, τῶν δὲ κειμένων προτάσεων ἡ μὲν ἐπὶ μέρους ἀποφατικὴ οὐδ’ ὅλως ἀντιστρέφει, ἡ δὲ καθόλου καταφατικὴ ἀντιστραφεῖσα ἐπὶ μέρους γίνεται. αὐτὸς δὲ ταχέως εἶπεν τὴν αἰτίαν οὐδετέρα γὰρ τῶν προτάσεων ἐκ τῆς ἀντιστροφῆς καθόλου· δεῖ μὲν γάρ, εἰ μέλλοι συλλογισμὸς ἔσεσθαι, καθόλου θόλου τινὰ πρότασιν εἶναι, οὐ γίνεται δὲ καθόλου πρότασις ἀντιστραφείσης τῆς καθόλου καταφατικῆς, ἣν μόνην οἷόν τε ἀντιστρέψαι. καίτοι οὐδ’ εἰ αὕτη καθόλου ἀντιστρέφει, ἤδη ἐδύνατο ἡ ἀνάλυσις γενέσθαι εἰς τὸ τρίτον σχῆμα ἐκ τούτου <τῷ> δεῖν μὲν ἀμφοτέρας ἀντιστραφῆναι μὴ δὲ τὴν ἑτέραν.