Ancient Greek
Page 51a22
Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium 22-6
Not analysed yet
Φανερὸν δὲ καὶ ὅτι πρὸς τὸ ἀναλύειν ἄλληλα τὰ σχήματα ἡ πρὸς τῷ ἐλάττονι ἄκρῳ πρότασις ἀντέστραπται. Εἰς ἄλληλα λέγει νῦν ἐπὶ τοῦ πρώτου καὶ τοῦ τρίτου· καὶ γὰρ οἱ ἐν τῷ πρώτῳ εἰς τοὺς ἐν τρίτῳ καὶ οἱ ἐν τῷ τρίτῳ εἰς τοὺς ἐν πρώτῳ διὰ τῆς ἐλάττονος καταφατικῆς οὔσης ἀντιστρεφομένης γίνονται. οὐκ εἶχε δὲ οὕτως ἐπὶ τοῦ πρώτου καὶ δευτέρου· οἱ γὰρ ἐν ἐκείνοις εἰς ἀλλήλους ἀνήγοντο τῆς μείζονος ἀντιστρεφομένης τῆς καθόλου ἀποφατικῆς.