Ancient Greek
Page 29b28
Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium 28-2
Not analysed yet
Καὶ πρὸς ἀλλήλους οἱ ἐκ τῶν ἑτέρων. Καὶ τοῦτο ἔτι ἀπὸ κοινοῦ τοῦ φανερὸν εἴρηται. καὶ γὰρ τοῦτο φανερὸν ἐκ τῶν εἰρημένων, τίς ἡ τῶν σχημάτων διαφορὰ καὶ τῶν συλλογισμῶν τῶν ἐν διαφόροις σχήμασι πρὸς ἀλλήλους, ὅτι τε παρὰ τὴν τοῦ μέσου ποιὰν θέσιν καὶ παρὰ τὸ διαφόρως ἀνάγεσθαι εἰς τοὺς ἐν πρώτῳ σχήματι δύο πρώτους. οἱ μὲν γὰρ αὐτόθεν ἀνάγονται, οἱ δὲ διὰ τῆς εἰς ἀλλήλους ἀναγωγῆς, ὡς οἱ ἐν τῷ πρώτῳ δύο οἱ τὸ ἐπὶ μέρους ἔχοντες καὶ οἱ ἐν τῷ τρίτῳ τρεῖς, καὶ πάλιν τούτων οἱ μὲν τῷ εἰς τοὺς ἐν τῷ δευτέρῳ πρώτους ἀνάγεσθαι, ὡς οἱ δύο οἱ ἐν τῷ πρώτῳ, οἱ δὲ τῷ εἰς τούτους αὐτοὺς τοὺς ἐν τῷ πρώτῳ τὸ ἐπὶ μέρους δεικνύντας, ὡς οἱ ἐν τῷ τρίτῳ τρεῖς οἱ δι’ ἀντιστροφῆς εἰς τούτους ἀναγόμενοι· ἡ γὰρ διαφορὰ τῆς ἀναγωγῆς αὐτῶν τὴν τῶν συλλογισμῶν δείκνυσι διαφοράν. |Η τῷ ἀνάγεσθαι εἰς τὸ πρῶτον. Εἰπὼν ἢ τῷ μέσῳ προσέθηκεν ἢ τῷ ἀνάγεσθαι εἰς τὸ πρῶτον· ἔστι γὰρ καὶ κατὰ τοῦτο αὐτοῖς ἡ διαφορά· διάφορος γὰρ ἡ ἀναγωγὴ αὐτῶν. ἄλλως μὲν γὰρ οἱ ἐπὶ μέρους ἐν τῷ πρώτῳ σχήματι διὰ γὰρ τῶν ἐν τῷ δευτέρῳ) καὶ ἄλλως οἱ ἐν τῷ δευτέρῳ, καὶ αὐτῶν τούτων ἄλλοι ἄλλως· οἱ μὲν γὰρ δι’ ἀντιστροφῆς, οἱ δὲ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς. ὁμοίως δὲ καὶ οἱ ἐν τῷ τρίτῳ· καὶ γὰρ τούτων οἱ μὲν διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, οἱ δὲ δι’ ἀντιστροφῆς πρῶτον εἰς τοὺς ἐπὶ μέρους τοὺς ἐν τῷ πρώτῳ.