Ancient Greek
Page 51b28
Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium 28-8
Not analysed yet
ἔτι τὸ ἔστιν οὐ λευκὸν ξύλον καὶ οὐκ ἔστι λευκὸν ξύλον οὐχ ἅμα ὑπάρχει. Ὅτι μήτε ταὐτά ἐστι μήτε ταὐτὰ σημαίνει τά τε τὸ ἀποφατικὸν τῷ εἶναι ἔχοντα προσκείμενον καὶ τὰ μὴ τούτῳ ἔχοντα συντεταγμένον αὐτό, δείκνυσι καὶ ἐκ τοῦ μὴ ἅμ αὐτὰ ἀληθῆ εἶναι προχειρισάμενος προτάσεις οὕτως ἐχούσας τήν τε ἔστιν οὐ λευκὸν ξύλον καὶ τὴν οὐκ ἔστι λευκὸν ξύλον. ἡ μὲν γὰρ λέγουσα ἔστιν οὐ λευκὸν ξύλον ἀληθής ἐστιν ἐπὶ ξύλου μὴ λευκοῦ· τίθησι γὰρ εἶναι τὸ ξύλον· ἡ δὲ λέγουσα οὐκ ἔστι ξύλον λευκὸν ἀληθὴς εἶναι δύναται καὶ μὴ ὄντος ξύλου. δείξας δὲ διὰ τούτων, ὅτι μὴ ταὐτόν ἐστι τὸ ‘ἔστιν οὐ τοῦτο’ τῷ ‘οὐκ ἔστι τοῦτο’, μὴ ὂν δὲ τούτῳ ταὐτὸν ὄντι ἀποφατικῷ τὸ ‘ἔστιν οὐ τοῦτο’ οὐδ’ ἀπόφασις ἄν εἴη, ἀπ’ αὐτοῦ ἐπιφέρει καὶ δείκνυσιν, ὅτι κατάφασίς ἐστιν Λᾶν τὸ οὕτως λεγόμενον, καί φησιν