Ancient Greek
Page 28a30
Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium 30-2
Not analysed yet
ἐὰν δὲ τὸ μὲν P μηδενὶ τῷ Σ, τὸ δὲ Π παντὶ τῷ Σ ὑπάρχῃ. Ἐκθέμενος τὰς συλλογιστικὰς συζυγίας τὰς ἐκ καθόλου τῶν δύο προτάσεων οὔσας νῦν τῶν ἀσυλλογίστων ἐπ’ αὐταῖς μνημονεύει. καὶ πρῶτον μὲν παρατίθεται τὴν ἔχουσαν τὴν ἐλάττονα καθόλου ἀποφατικὴν τὴν δὲ μείζονα καθόλου καταφατικήν, ἥν, ὅτι ἐστὶν ἀσυλλόγιστος, ἐλέγχει τῇ τῶν ὅρων παραθέσει, δεικνύς, ὅτι καὶ παντὶ καὶ μηδενὶ δύναται τὸ Π τῷ P κειμένης ταύτης τῆς συζυγίας ὑπάρχειν. ζῷον γὰρ παντὶ ἀνθρώπῳ ὂν Π ὄντι τῷ Σ, ἵππος οὐδενὶ ἀνθρώπῳ ὢν P, καὶ ζῷον παντὶ ἵππῳ, τοῦτ’ ἔστι τὸ Π τῷ P. πάλιν καὶ ζῷον παντὶ ἀνθρώπῳ, καὶ τὸ ἄψυχον ὂν P οὐδενὶ ἀν- θρώπῳ, καὶ τὸ ζῷον οὐδενὶ ἀψύχῳ, τοῦτ’ ἔστι τὸ Π τῷ Ρ. αἴτιον δὲ τοῦ ἀσυλλόγιστον εἶναι τὴν συζυγίαν πάλιν τὸ αὐτό, ὃ καὶ ἐν τῷ πρώτῳ σχήματι ἦν τῆς μὲν μείζονος καθόλου καταφατικῆς οὕσης τῆς δ’ ἐλάττονος καθόλου ἀποφατικῆς.