Ancient Greek
Page 28a33
Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium 33-2
Not analysed yet
Οὐδ᾿ ὅταν ἄμφω κατὰ μηδενὸς τοῦ Σ λέγηται. Δείκνυσι καὶ ταύτην τὴν συζυγίαν ἀσυλλόγιστον ἔχουσαν ἀμφοτέρας τὰς προτάσεις καθόλου ἀποφατικάς, ἥτις κατελείπετο ἐν ταῖς καθόλου τῶν προτάσεων συζυγίαις. οἱ δὲ ὅροι τοῦ μὲν τὸ Π παντὶ τῷ P ὑπάρχειν ζῷον, ἵππος, ἄψυχον· οὐδενὶ γὰρ ἀψύχῳ ὄντι Σ οὕτε τὸ ζῷον οὔτε ὁ ἵππος, καὶ τὸ ζῷον παντὶ ἵππῳ, τοῦτ’ ἔστι τὸ Π τῷ Ρ. τοῦ δὲ μηδενὶ ἄνθρωπος, ἵππος, ἄψυχον· πάλιν γὰρ τῷ ἀψύχῳ ὄντι Σ οὔτε ὁ ἄνθρωπος οὔτε ὁ ἵππος, ἀλλ’ οὐδὲ ὁ ἄνθρωπος τῷ ἵππῳ.