Ancient Greek
Page 27a32
Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium 32-2
Not analysed yet
Εἰ γὰρ τὸ Μ τῷ μὲν Ν μηδενὶ τῷ δὲ Ξ τινὶ ἀνάγκη τὸ Ν τινὶ τῷ Ξ μὴ ὑπάρχειν. Δείκνυσι ταύτην συλλογιστικὴν τὴν συζυγίαν προσχρησάμενος τῇ τῆς καθόλου ἀποφατικῆς τῆς Μ Ν ἀντιστροφῇ. εἰ γὰρ τὸ Μ μηδενὶ τῷ Ν, καὶ τὸ Ν οὐδενὶ τῷ Μ· κεῖται δὲ τὸ Μ τινὶ τῷ Ξ· γίνεται συζυγία ἡ τοῦ τετάρτου συλλογισμοῦ ἐν πρώτῳ σχήματι, τὸ Ν τῷ Μ οὐδενί, τὸ M τῷ Ξ τινί ,ἐξ ἧς συνήγετο τὸ N τινὶ τῷ Ξ μὴ ὑπάρχον. τοῦτο ἐν τῇ προκειμένῃ συζυγίᾳ ἐν δευτέρῳ σχήματι ἔσται συμπέρασμα. ἔστι δὲ δεῖξαι τοῦτο καὶ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς. κείσθω γὰρ τὸ Μ τῷ μὲν N μηδενὶ τῷ δὲ Ξ τινί· λέγω, ὅτι καὶ τὸ N τινὶ τῷ Ξ ὑπάρχει. εἰ γὰρ μὴ τοῦτο, τὸ ἀντικείμενον αὐτῷ τὸ Ν τῷ Ξ παντί· κεῖται δὲ καὶ τὸ M τῷ Ν οὐδενί· συναχθήσεται κατὰ τὸν δεύτερον ἐν πρώτῳ σχήματι τὸ Μ τῷ Ξ οὐδενί, ὅπερ ἀδύνατον’ κεῖται γὰρ τὸ Μ τινὶ ὑπάρχειν. ψευδὴς ἄρα ἡ ὑπόθεσις, δι’ ἧς συνήχθη τοῦτο· τὸ ἄρα ἀντικείμενον αὐτῇ ἀληθές· ἀντίκειται δὲ τῇ ‘τὸ N τῷ Ξ παντί’ ἡ λέγουσα τὸ τῷ Ξ τινὶ μὴ